Ἐν Μορίᾳ πυρκαϊά

Kατασκευὴν ὑφῆψαν ξενώσεως μετανάσται ἐν Μορίᾳ· ἀλλὰ πάνυ γε προσδοκώμενον εἴξασι τοῖς ἐκεῖ οἰκοῦσι καὶ προσέχουσι τὸν νοῦν πρᾶξαι, ὡς οὐ πολλαῖς πρότερον ἡμέραις τάβλη διαμαρτυρίας τέλος λαβούσης ἀνεφάνη «διεργασόμεθα τὴν Μόριαν» ἐπιγεγραμμένη, ἔτι δὲ ἀπὸ ὀπτικοῦ ἔνι ὁρᾶν ἐπιχαίροντας μὲν αὐτοὺς τῇ φλογὶ ἐπινεμομένῃ καὶ καταναλισκούσῃ οὗ ποτε αὐτοὶ ᾤκευον, γεγωνοῦντας δὲ «ἔῤῥωσο ὦ Μόρια, ἔῤῥωσο», ὥσπερ ἀφ’ ἑαυτῶν ἑκόντων καὶ ἐξ ἐπιβολῆς τοῦ πυρὸς ἁφθέντος. οὐ μὴν ἐπέσχε γε ἐνταῦθα ἡ δῄωσις· ἤδη γάρ τινες αὐτῶν αὐλιζόμενοι εἶτα κατακαίονται τὰς καταλύσεις, ἄλλοι δὲ ὡς παλαμναῖοι οὐδὲ τὰ μνήματα ἐτίμησαν αὐτόθι καθεύδοντες καὶ ἀποπατούμενοι. ἀπειργόντων δὲ τῶν τοξοτῶν πρὸς πόλεις ἐγγιζούσας πεδαίρειν πόδα ἐλιθοβόλουν ὡς ἔθος αὐτοῖς καὶ ἐπηπείλουν, ἃ πάντα ἀνιᾷ πρὸς τῷ ἀχαρίστῳ βλάβας ἐντρίβοντες τοῖς βουλομένοις, μᾶλλον δὲ ἀνεχομένοις, ξενίζειν. ἀγανακτητέον δὲ ὅτι τῷ πρᾳοτάτῳ ὀνόματι εἰσὶ οἳ παρακαλύπτοτες ἀέλπτους ὠνόμασαν καὶ ἀσθενεῖς, ἀγαθοὺς οἰόμενοι οὕτως παρέχειν ἑαυτούς. ἐπεὶ τοιούτων προφάσεων ἀφαιρεθέντων δικαιότατον μὲν οὖν ὄνομα αὐτοῖς προσῆκον ἐποίκοις οὖσιν ἀχαριστία.

Η απάντηση στη χωματερή.

Για δες εδώ

Μπορεί να σε ενδιαφέρει

Είμαστε

ΠΑΝΤΟΥ