Ξύλληψις κατασκόποιν

Προσέπεσεν ἐχθές τι οὐ τῶν τυχόντων, ὃ ἂν δόξειεν πρῶτον σμικρὸν εἶναι καὶ μὴ ἀξιοσπούδαστον ἀναλογιζομένῳ οἷα δεινὰ φέρομεν νῦν τῆς ἐγκλῄσεως, ἀλλ’ εὐθὺς ἐπιμελέστερον ἐπισκοπήσαντι δῆλον ἔσται εἰς οἵους ἂν κινδύνους καθισταίη ἡμᾶς τὰ τοιαῦτα. Ξυνεληφθήτην γὰρ δύω Ἕλληνε κατασκοπίας ὑπὸ τῆς Ἀττικῆς Ἀσφαλείας, ὧν ὁ μὲν μάγειρος πλοίου ἐτύγχανε ἀπὸ Ῥόδου εἰς Μεγίστην ὢν διαπλέοντος καὶ αὖ τἀνάπαλιν, ὁ δὲ ἐν τῷ πρὸς Τούρκους προξενείῳ τῷ ἐν Ῥόδῳ ἀναστρεφόμενος ὑπῆρξε τῆς τε πράξεως καὶ ἀποτεθειμένους λόγους παρεῖχε τοῖς Τούρκοις εἰς λόγους ἐρχόμενος θἀτέρῳ. ὑπόπτοιν δὲ πάλαι ὄντοιν ἀμφοῖν ἐξήποντο τῷ μὲν ναυβάτῃ πέμπτον μῆνα τουτὶ ὅ τι καὶ ποιοίη ὡς ἐπιγνωσόμενοι, ὁ δὲ καὶ πράγματα παρεῖχε ἐν τῷ ἐξελθόντι χρόνῳ ἄλλως τε καὶ ἐν ἀξιώματι ὢν ἐν τῷ προξενείῳ. ἤδη δὲ ἐνάγεσθον ἄμφω ἐπὶ κατασκοπίᾳ ἣν φανερὼ ἐγενέσθην ποιοῦντε τηλεφωνοῦντος τοῦ προξένου τῷ μαγείρῳ ὅπως ἀφίῃ τἀπόῤῥητα λέγοντος.

ἐκ τούτου δ’ αὖ ἥ τε ξυνεργασία ἐδεδήλωτο, ἐλαθέτην γάρ, ὡς ἔοικε, σφᾶς αὐτοὺς τὴν προδοσίαν φήναντε. ἔστι δὲ ὃ πάντες σχεδὸν παραλελοίπασι κατὰ τὰς αὐτῶν γραφάς, ἡμεῖς μέντοι τῶν μάλιστα συντεινόντων εἰς τοιοῦτον ἔργον ὑπολαμβάνοντες εἶναι οὐκ ἠξιώσαμεν παραλιπεῖν, τί τοῦτο; ὅτι ἀμφότεροι νομίζουσιν Ἀλλὰχ θεόν, θρῃσκεία γὰρ ἡ αὐτὴ οὐκ ἔχει πατρίδα ὅρον τοῦ ἀποκωλύειν προδοῦναι, τύφου γὰρ ἐμπίπλησι τὸν νοῦν οὗ κοινωνοῦσιν ἀλλήλοις ὥστε τὰ ὁσιώτατα δεύτερα τίθεσθαι. καὶ ταῦτά γε οὐκ ἀνεκτά, μᾶλλον δὲ δυσάνεκτα ὁπόταν τὰ καιριώτατα ταῦτα πόκον ὄνου οἴωνταί τινες εἶναι πρὸς τἆλλα, διαμαρτάνοντες δὴ τοῦ παντός. ἔστι γὰρ μὲν νόσος ἐχθρός καὶ εἴ τι αἰσχρὸν δεικνύεται ὑπὸ τῆς τηλεόψεως καλουμένης, ἀλλ’ ἐχθρὸς πολυχρόνιος ὁ ὅμορος ὁ κατ’ εὐθὺ παντὶ τρόπῳ ἐπιδεικνύμενος ὡς διάκειται πρὸς ἡμᾶς περὶ οὗ πλεῖστον λόγον ποιητέον ἡμῖν τῶν λοιπῶν ὀλιγώρως ἔχουσιν ἀνάγκης προσούσης.

Η απάντηση στη χωματερή.

Για δες εδώ

Μπορεί να σε ενδιαφέρει

Είμαστε

ΠΑΝΤΟΥ