Ἐπὶ λείξει πόδων βία

Ἐν Λευκωσίᾳ τῇ Κύπρου πρωτευούσῃ πόλει ἄτοπον ἅμα τε αἰσχρόν τι ἐγένετο. ἀνὴρ γάρ τις ἐξήνεγκε ἐν facebook ὅτι δυοῖν χιλίοιν εὐρὼ πόδας ἀπολείξει γλῶτταν τὴν αὑτοῦ αἰσχραῖς ἡδοναῖς λυμαινόμενος· ὑφέντος οὖν τούτου τὸν δόλον, γυνὴ ἐγχάψασα προσῆλθεν αὐτῷ τῶν χρημάτων, ὡς ἔοικε, δεομένη οὔ γε τῆς αὑτῆς αἰδοῦς ἐπ’ ἴσης φειδομένη. ἐντυχὼν δὴ αὐτῇ καὶ τῆς λείξεως παυσάμενος κατῄσχυνεν μὲν βίᾳ, ὡς εἶπεν αὕτη ὕστερον, ταύτην ταῖς χερσί, τῶν δὲ χρημάτων οὔτε δραχμὴν αὐτῇ ἐτέλεσεν ὡς οὐδὲν περὶ αὑτὸν ἔχων. ἀπαλλαγεῖσα οὖν ἡ γυνὴ εὐθὺς πρὸς τοὺς τοξότας ἐμήνυσε τὸ πρᾶγμα, καὶ ἀπέφερε δίκην βίας αὐτῷ, ὃ οὐκ ἄν τις ἀπεικότως ἀμβισβητήσειεν ὅτι οὐδὲν ἐνισταμένη τῇ βίᾳ γιγνομένῃ ἐφάνη. ὁ δὲ ἀδικήσας οὔπω ξυλλαμβάνεται ἀφανὴς γενόμενος ὕστερον τῆς ξουνουσίας τῆς τε Διώξεως τῶν ἐν διαδικτύῳ καὶ τῶν περὶ ἐγκλημάτων ἐπισταθέντων ἀναλαβόντων φωράσαι. ὅλως δὲ ἄξιον παράδειγμα τοῦτο ἐπιδείξασθαι τοῖς περὶ οὐδενὸς τὰ τοιαῦτα τιθεμένοις, ἀποστρέφεσθαι γὰρ καὶ μισεῖν προσήκει τοὺς ἀποπτύστων ἐπιθυμιῶν ἐφιεμένους, μάλιστα δὲ καθιέντας ταύτας ἐν διαδικτύῳ οὐδὲν ἐρυθριῶντες, ταὐτὰ δὲ προσφέρεσθαι καὶ τοῖς ἀνεχομένοις οὕτω βραχέων ἕνεκεν, χρημάτων, τοιαῦτα πάσχειν παρεχομένοις τὰ σώματα αὐτῶν.

Η απάντηση στη χωματερή.

Για δες εδώ

Μπορεί να σε ενδιαφέρει

Είμαστε

ΠΑΝΤΟΥ