Ἀλβανῶν ἐν Ἁγίῳ Σώστῃ συμπλοκὴ

Πρὸ τριῶν ἡμερῶν πρὸς τοῦ Ἁγίου Σώστου νεῶ ἐν τῇ πλατείᾳ παρὰ τὴν Συγγροῦ Λεωφόρον ἀκροβόλισιν συνῆψαν ἀλλοεθνεῖς ἀλλήλοις, ὥστε τινὰ βέλει διελαθέντα προσικέσθαι εἰς καπηλεῖον κἀκεῖ πεσεῖν, πρὸς δὲ ἄλλους τρεῖς τρωθῆναι, πάντας ἀνημμένους εἰς γένος· ἦν μὲν γὰρ πατὴρ ὁ ἀποθανών, οἱ δὲ τρωθέντες μήτηρ καὶ οἱ αὐτῶν δύο υἱεῖς, ὧν τὸν ἕνα λέγεται καὐτὸν ἤδη οἴχεσθαι, ἢ πάντως ὀλίγου ἐκπνεῦσαι πρὸς τὸν θάνατον διαμαχόμενον, ἄλλοι δὲ αὖ ἀνενεγκεῖν ἐξ ἀναισθησίας τὴν κεφαλὴν πεπληγότα τοῦτον λέγουσι εἰς τὸ νοσοκομεῖον εἰσαχθέντα καὶ ὅλως οὐ πάντας, μόνον δὲ αὐτὸν τοῦτον τῷ πατρὶ προσήκειν. τὴν μὲν οὖν γυναῖκα τυχοῦσάν τινες ἀποφαίνουσιν, ὃ δὲ πάντες αἴτιον εἶναι τῆς συμπλοκῆς ὁμολογοῦσι τόδε, ἀπόληψιν φαρμάκων ναρκωτικῶν ἤτοι αὐτὰ τὰ φάρμακα ζητούντων κατεῤῥάγη ἡ διαφορά, καὶ τὸν πατέρα εἴτε αὑτὸν εἴτε οἰκεῖόν τινα ἀπολῦσαι τοῦ κινδύνου βουλόμενον βληθῆναι ὥσπερ καὶ οἱ ἄλλοι ταὐτὸ ἔπαθον. τῶν δὲ τοξοτῶν εὐθὺς μετὰ τὴν μάχην ἐπιφανέντων ὤφθη ἐν ταῖς καμάραις ἅμαξα ἡ τῶν βαλόντων ἀργυρᾶ τὴν χρόαν ἀπὸ τῆς Τιμοκρέοντος ὁδοῦ εἰς τὰ Πετράλωνα ἀγομένη. οἱ οὖν τοξόται εἰς τὰ ἐκεῖ τοὺς δεδρακότας ταῦτα μετίασι. ἡλικία τῶν παθόντων τοῦ μὲν πατρὸς νγ’, τέκνων δὲ κα’ καὶ κβ’, γυναικὸς δὲ οὔπω ἡμῖν ἔγνωσται, καὶ γένος Ἀλβανοί, τῆς δὲ καὶ τόδε οὐ βεβαίως ἔχει. τῶν δὴ καλύκων τῶν βελῶν ἑπτὰ ἐξευρεθεισῶν ἔνια φασὶ καὶ τὸν ὕαλον τοῦ καπηλείου διαπεράσαι. ἀλλὰ μὴν τὸ φόβον τοῖς ἀκούουσιν ἐμποιοῦν ὅτι δείλης τοῦτο ἐγεγόνει τὸ πρᾶγμα πρὸς κήπῳ ἔτι παιδίων ἐν αὐτῷ παιζόντων.

Η απάντηση στη χωματερή.

Για δες εδώ

Μπορεί να σε ενδιαφέρει

Είμαστε

ΠΑΝΤΟΥ