Βογδάνου περιβολὴ φόνου

Κωνσταντῖνον Βογδάνον ὅστις τε ἐστὶ καὶ τίνι μερίδι προσένειμεν ἑαυτὸν ὡς εἰδόσι λεγόμενον ἐάσομεν, τὸ δὲ χθὲς προσπεσὸν αὐτῷ οὐ τῆς τυχούσης ἦν ὕβρεως καὶ λαμυρίας. περὶ γὰρ τὴν δωδεκάτην καὶ ἡμίσειαν ὥραν οὗτός τε καὶ ἡ αὐτοῦ γυνὴ οἴκοι διατρίβοντες κρότου ἠχωδεστάτου ᾔσθοντο, καὶ ἐκπλαγέντες πρὸς τὸν θόρυβον ὁ μὲν εὐθὺς τῆς οἰκίας ἐξελθὼν ἐζήτει τί ἦν τὸ γινόμενον, ἡ δὲ ἔνδον ἔμενεν. καὶ εὑρὼν ἅμα τὴν αὑτοῦ ἅμαξαν πυρὶ ἀναλισκομένην τε πῦρ ἀνατέλλον προσέδραμεν τῇ τῆς γυναικός, ὅπως γοῦν, τῆς ἐκείνου ἤδη οἰχομένης, περιποιήσῃ τὴν αὐτῆς ἀπὸ τοῦ ἐπινεμομένου πυρὸς καὶ σώσῃ, οὗπερ γε ἐφίκετο, ἔφθη γὰρ μεταστήσας ταύτην πρὶν παντάπασιν ὑπὸ τῆς φλογὸς διαφθαρῆναι. τὸ μέντοι ἐπιγενόμενον χαλεπὸν ἦν ἐλπίσαι, εὐθὺς γὰρ δεύτερον μηχάνημα συντεθὲν παρὰ τῶν ἐπιβουλευόντων αὐτῷ ἐξετινάχθη πανταχόσε πῦρ ἐκβάλλον ὃ μέχρι τῆς οἰκίας ἐπιλαβὸν ψαῦσαί τι αὐτῆς καὶ φθεῖραι τοὔμπροσθεν δοκοῖ. καὶ ἦν ἂν ἐργῶδες εἰ μὴ νὴ Θεὸν ἀδύνατον τὴν φθορὰν ἀναστέλλειν εἰ μὴ ξυλλήψεις ἦσαν τῶν παροίκων τῷ Κωνσταντίνῳ πρὸς τὸ πῦρ σβεστήρια κομιζομένων καὶ κατασβέσαι αὐτὸ βοηθούντων. τοὺς μὲν οὖν κατασκευασαμένους τὼ μηχανήματε ἐπὶ βλάβῃ τοῦ Κωνσταντίνου οὐ πολλῆς δεῖται σκέψεως ἀποφήνασθαι ὅ τι πεπονθότες τοῦτο ποίησειαν καὶ ἀφ’ ἧς ὁρμώμενοι πολιτικῆς προαιρέσεως, δῆλον δὲ τόδε καὶ ἀμαθεῖ. πάντως δὴ διώκονται νῦν τοῖς τοξόταις. ἀπαγγελθέντων δὲ τούτων ἡ μὲν μερὶς παρ’ ᾗ βουλεύει ὁ κινδυνεύσας ἀγανακτήσασα κατακρίνει τούς τε τολμήσαντας καὶ τοὺς μήπω αὐτοὺς ἀποδοκιμάσαντας ἅτε δὴ παραβόλως δεδρακότας, τῶν δὲ ἀντιπολιτευομένων οἱ πλείους κύκλῳ περιιόντες ὀλίγον τῶν δραστῶν καθήπτοντο πλεῖστον λόγον ἀφιέντες περὶ τῆς τε ἀπούσης ἀσφαλείας καὶ ὅλως οὑτινοσοῦν ἔξωθεν τοῦ πράγματος.

ἴσως γε μᾶλλον ἐπισκεπτέον τὸ εἰργασμένον ὡς ἀπόδειξιν ἔχον ὑπὲρ τοῦ τὰ τοιαῦτα πράττειν ἀπέχεσθαι τούς γε μὴ παραλλάσσοντας τῶν φρενῶν καὶ βουλομένους ἐν εἰρήνῃ τῶν πολιτικῶν ἅπτεσθαι. τὸ γὰρ διαφέρεσθαί τινι ἐναντίαν πολιτείαν ἑλομένῳ ἀναγκαῖον, τὸ δὲ ἐγχειρεῖν διὰ τοῦτο αὐτὸν ἀποκτιννύειν αὔθαδες καὶ θηριῶδες, ᾧ γε ἄν τις χρήσαιτο κανόνι πρὸς τὸ διακρῖναι τὴν ἀγαθὴν τῆς κακῆς πολιτείας, τὸ γὰρ ταῦτα μὴ αἰσχυνόμενον ἐπισημαίνεσθαι οὐ μόνον ἔμφασιν ποιεῖ πολιτείας σαπρᾶς καὶ βλαβερᾶς, ἀλλὰ καὶ ἤθους μοχθηροῦ καὶ παντάπασιν ἀγρίου καὶ παντὶ φευκτέου.

Η απάντηση στη χωματερή.

Για δες εδώ

Μπορεί να σε ενδιαφέρει

Είμαστε

ΠΑΝΤΟΥ