Περὶ τῆς ἐν Νέᾳ Σμύρνῃ προσφάτου βίας

Oὔπω ἑβδομάδος περιηκούσης τὰ ἐν Νέᾳ Σμύρνῃ γενόμενα εἰς φροντίδας ἔτι ἡμᾶς ἐμβάλλει, εἴπωμεν δὲ ἀρχόμενοι μὴ δόξαι τινὶ οὐ πρὸς τὸν χρόνον ἀναγράφειν τὰ καινά· οὐ γὰρ τὰ ἑλληνικὰ ἄλλως γράφομεν, ἀλλὰ τὰ νέα ἑλληνικῶς, οὔθ’ ὅπως ταῦτα εἰδῇ τις εὐθὺς ἐν τῷ συμβαίνειν ἀναγινώσκων, ἀλλὰ τὴν φωνὴν ἀσκῇ κατὰ τοὐνδεχόμενον δεύτερον ἡγούμενος τὰ γεγραμμένα. τούτων εἰρημένων ἴωμεν ἐπὶ τὰ συμβεβηκότα. ἐν Κυριακῇ γὰρ περὶ τοὺς τριάκοντα ἢ τεσσαράκοντα ἐπέθεντο τοξόταις ἐποχουμένοις ἐπ’ αὐτοποδηλάτοις, εἶτα δὲ ἀπαλλαγέντες ἐν πλατείᾳ τινὰς ἀλλήλοις προσήκοντας κατὰ γένος καὶ ἐν σκίμποσι καθημένους ἐξεκάλεσάν τε καὶ ἐκέλευσαν ἀναστῆναι ἀφ’ οὗ καθίζοιεν κατὰ τὰ περὶ τῆς νόσου ψηφίσματα, τούτων δὲ ἀνθισταμένων καὶ μαρτυρομένων χαλεπώτερον διέκειντο τοξόται καί τινα αὐτῶν ὃς εἴη ἐν τοῖς ὀλίγον πρότερον ἐπιθεμένοις ἐπιγνόντες ἐκ τῆς ὄψεως ξυνελάμβανον. ὁ δὲ ἀντέχων τῇ ξυλλήψει ἐκυλίνδετο ἔνθα καὶ ἔνθα μεταστρέφων τὸ σῶμα ὥστε ἤδη πληγὰς λαμβάνειν πρὸς τῶν τοξοτῶν, ὃ πάντες εἴδομεν ἐν ὀπτικῷ, ὥσπερ καὐτὸν ἐπιβοῶντα “ἀλγῶ, ἀλγῶ ὦ πονηροί” πολλάς τε ἀγεννεῖς φωνὰς ἀφιέντα θαυμαστῶς ὅπως, εἰ μὴ ἐνενοήκει ἤδη ὡς ἅμα ἐάσας αὑτὸν ἀπαχθῆναι ἐπαύσετο ἂν ἀλγῶν.

εἴξασι δέ, ἵνα ὡς οἷόν τε τἀληθῆ λέγωμεν, καὶ οἱ τοξόται ἐξημαρτηκέναι εἰς τοὺς ἐπὶ σκίμποδος καθημένους ὡς ἔστιν ἐκ τῆς αὐτῶν μαρτυρίας λαβεῖν. λέγουσι γὰρ αὐτοὺς ἀγρίως αὑτοῖς προσφέρεσθαι καὶ ἐρωτῶσι πρὸς ὕβριν ἀποκρίνεσθαι μέχρι τοῦ καὶ κινητὸν κόρης μεθ’ ἧς ἐκάθηντο ἀναρπάζειν ὀπτικὸν πειρωμένης γράφειν τῶν αὐτοῖς πρασσομένων. τέλος δὲ καὶ ἐπιβολὴν ἐπέθεσαν ἑκάστῳ. εἶτα τοίνυν ὡς εἰκὸς ὁ μὲν τυπτόμενος κατέγνω βίαν τῶν τοξοτῶν, οἱ δὲ τὸ αὐτὸν προεπιθέσθαι μετὰ τῶν ἄλλων προϊσχόμενοι ξυλλαμβάνειν ἔλεγον, καὶ ὑπὲρ τοῦ τύπτειν ὡς ἀναγκαίου μὴ βουλομένου τούτου πείθεσαι καὶ εἶχεν ἂν τὸ πρᾶγμα πέρας τόδε, εἰ μὴ πάλαι δεόμενοι ἀφορμῆς οἱ εὐώνυμοι, οὐ γὰρ ἄδηλον τίνι προσνέμονται μερίδι, ὀλίγαις ὕστερον ἡμέραις συναθροισθέντες αὖ ἐν Νέᾳ Σμύρνῃ ἐστασίαζον καὶ εἰς ταραχὰς καθίστασαν τὴν πόλιν ἐπὶ τῇ γεγενημένῃ βίᾳ. ἐν αἷς μέντοι βιαιότερον ἀλλήλοις συνεπλέκοντο, ἐπεὶ τοξότην τινὰ λοχήσαντες οἱ στασιάζοντες ἔκοπτον συνεχῶς ἐκ τοῦ αὐτοποδηλάτου καβαλόντες. ὁ δὲ ὑποστῆναι ἀπογνοὺς διὰ τὸ ταχὺ καὶ ἀπροσδόκητον γενέσθαι τὸ πτῶμα ἐβάλλετο μέχρι ἐπιφανέντες ἄλλοι τοξόται διωθούμενοι τοὺς αὐτὸν βάλλοντας ἀπεσόβησαν. καὶ ἔστι μὲν δὴ τὸν δυστυχῆ τοῦτον ἐν εἰκόσι ἀνάπλεων αἵματος ἐκ κεφαλῆς ἰδεῖν καταπεπτωκότα, καλῶς δὲ ἔχει ἄγασθαι αὐτοῦ τῆς ἀρετῆς, ἐπεί, καίπερ τοῦ φορείου ὃ αὐτὸν μετοίσοι κωλυομένου καὶ πάσης ἐλπίδος ἐπιλειπούσης οὐκ ἄναξιον οὐδὲν ἑαυτοῦ εἶπεν πλὴν ἢ “ἐᾶτέ με, διαρκῶ”. τέλος δ’ οὖν κομισθεὶς εἰς νοσοκομεῖον ἀναλαμβάνει τὰ τραύματα, ἐφ’ οἷς πᾶσι δύω μὲν ἀπηχθήτην, οἷν ὁ μὲν ἀφεῖται ὁ δὲ ἐν τῷ δεσμωτηρίῳ ἀπολογησάμενος μενεῖ.

Η απάντηση στη χωματερή.

Για δες εδώ

Μπορεί να σε ενδιαφέρει

Είμαστε

ΠΑΝΤΟΥ