Ὕβρει οὐκ ἀνεκτῇ οἵαν οὐδ’ ἄν τις ἐχθρὸν ὑπομείνειεν ἐπιδεῖν ἀποτίνοντα περιέβαλεν πατὴρ αὐτοῦ τὴν θυγατέρα ὡς ἤδη πᾶσιν ἔγνωσται ἅμα καὶ διῖκται εἰς τὰ ἁπανταχοῦ Ἑλλήνων ὠτία. ἐν Ἡλιοπόλει γὰρ κόρη τις ἀμφὶ τὰ ἐννεακαίδεκα ἔτη κατάκλειστος ὑπὸ τοῦ αὑτῆς πατρὸς διεκλάπη ἵνα τὰ αἴσχιστα αὐτῷ κοινωνοίη ἄκουσα ὥσπερ ἐπ’ οἰκήματος καθημένη. καθ’ ἑκάστην δὴ βίας πεπειραμένη τυγχάνει πρὸς οὗ τοὐναντίον ἐχρῆν φυλάττεσθαι καὶ μάλιστα φιλεῖσθαι· ὥστε ὁ κατάρατος ἐκεῖνος οὐ μόνον προδότης πατρικῆς ἐπιμελείας τῆς τῇ θυγατρὶ ὀφειλομένης ἀναπέφηνε ἀλλ’ ὅλως οὐκέτι ἐν ἀνθρώπου μέρει θετέος ἐστί, πρὸς «αὐτογέννητα κοιμήματα» προαγομένος καὶ προσβιαζόμενος τὸ αὑτοῦ βλάστημα μηδὲν ὅσιον αἰδούμενος μήτε γοῦν ἑαυτὸν ἀναπεῖσαι δυνάμενος παραιτεῖσθαι τῆς μανίας ταύτης. ἱκνεῖταί γε μὴν ταῦτα εἰς τὸ ἀγχόνην περιθέμενον ὄλεθρον τοῦτον περὶ τὸν τράχηλον ἀπάγξασθαι κακὸν κακῶς καὶ ἀπολωλέναι μηκέτι τὴν αὐτὴν ἡμῖν αἶαν καταμιαίνοντα τοῖν αὐτοῦ ποδοῖν. ὡς ὤφελεν ἄχρι τοῦδε μένειν ἡ τοιαύτη κακία. οὐ μὴν ἀλλὰ κοινωνὸν εἶχε τῶν αὐτοῦ ἔργων ἕτερον τοξότην τὸ ἐπάγγελμα ἐννέα καὶ τριάκοντα ἐτῶν ὄντα ὃς ἴσως καὶ ὑπερῆρεν αὐτὸν τῇ μυσαρότητι. πρὸς τοῦτον γὰρ ὁ πατὴρ προαγωγεύει τὴν παῖδα ὥσπερ δούλῃ καὶ οὐχὶ ἐλευθέρᾳ καὶ δὴ σπέρματι οὔσῃ αὐτοῦ προσφερόμενος ἐπὶ κέρδει δῆλον ὅτι ἢ ἄλλῃ τῳ ἀκολάστῳ ἐπιθυμίᾳ. οὗτος δ’ οὖν τὸ αὐτοῦ μέρος ἐπὶ τῷ βιάζεσθαι ἐκείνην καὶ ἐν ὀπτικῷ δηλῶσαι ἐπεβάλλετο τὴν ὕβριν ὡς πωλήσων τοῖς γλιχομένοις θεᾶσθαι τὰς τοιαύτας ἀνομίας καὶ ῥυπαίνειν αὐταῖς τοὺς ὀφθαλμοὺς αὐτῶν. διὸ ἐμπεπλέχθαι ἐοίκατον ἄμφω ἐμπολήσει τῇ τῶν σωμάτων ἐφ’ ᾧ πρὸς μυρίοις γε ἄλλοις αἰτίαν ἔχετον. ἄξιον δὲ ἰδεῖν οἵῳ παρακαλύμματι ἐχρῆτο τοξότης πρὸς τὸ ἐκτὸς εἶναι ὑποψίας ἀεὶ γνώμας καὶ τὴν ἄλλην φλυαρίαν ἀποδεικνὺς ἐν τῷ διαδικτύῳ, ἐξ ὧν καὶ δαπανηρὸν ἑαυτὸν ἀπέφηνε εἰς τὰ ἐπιτηδεύματα, ἄνθρωπος ὑπὸ τρυφῆς δὴ διεῤῥυηκὼς καὶ ἀδίκως ἀναφανδὸν ποριζόμενος τὸ εἰς πλοῖα καὶ ὅπλα, οἷς χαίρει, ἀναλισκόμενον ἀργύριον. ἀλλὰ γὰρ καὶ πέρυσι λέγεται ἐπηρεάσαι ἀπειλῶν τοῖς αὐτοῦ συνεργάταις, χρῆμα τὸ ὅλον ἀπᾷδον τοῦ τοῦ ἐπαγγέλματος ὑποκειμένου ἀξιώματος. τέλος δὲ παῖς ἀποδρᾶσα πάντα ἀπήγγειλε τὰ εἰργασμένα ὥστε συλληφθῆναι αὐτίκα ἀμφοτέρους καὶ ἤδη εἵργεσθαι μέλλειν καὶ δικάζεσθαι. κλυδὼν λόγων τὸ μετὰ ταῦτα οὐ μικρὸς ἐπὶ πᾶσι κατεπετάσθη καὶ ἤδη συνειλεγμένοι τινὲς διαμαρτύρονται καὶ καταβοῶσιν, ὡς ἔθος, πάντων πλὴν ἢ τῶν τούτοις ἐνόχων.
- Απο: The Crew
Ἐν Ἡλιοπόλει παιδὸς κλοπὴ καὶ ἄλλη μιαρία
Τώρα Μιλάς εσύ
Η απάντηση στη χωματερή.
Για δες εδώ
Μπορεί να σε ενδιαφέρει
Ο Πατέρας μου
29 Φεβρουαρίου, 2020
Η σχέση μου μαζί του ήταν σαν την θάλασσα. Άλλοτε ήρεμη, άλλοτε τρικυμισμένη.