Πυρὸς πολλαχοῦ τῆς χώρας ἄναψις

Ἥφαιστος πανταχοῦ τῆς χώρας ἥφθη μέγας τρίτην ἡμέραν ταυτηνί, μάλιστα δὲ περὶ Ἦλιν τὴν Πελοποννήσου τε καὶ Ἀχαρνέων τὸν δῆμον καὶ Εὔβοιαν. ὥστε ἤδη ἐξαγγέλλεταί γε ὀγδοήκοντα οἰκίας διαφθαρῆναι πρὸς τοῦ πυρὸς ἐν τῇ Βαρυπόμπῃ, ξυνοικίᾳ ἐν Ἀχαρνέων. ἐφ’ ἣν ἐπὶ τὰ ἐπέκεινα τῆς Πάρνηθος τοῦ ὄρους πῦρ ἐπὶ μέγα ἀναδραμὸν ἐπινέμεται ἤδη πᾶν τὸ πρὸ αὑτοῦ ἀναλίσκον, ὡς καὶ ἔστε ἐπὶ Κρυονέριον ἐξικνούμενον καὶ ἐκεῖ τι καταβρῶσαι, ἀλλὰ καίπερ ἐχθὲς τοῦ ἀνέμου ἐπιφόρου πρὸς τὸ πῦρ ὄντος σήμερον γοῦν ἐπ’ ἐνίων ἡ φλὸξ ἀναστέλλεται οὐ χαλεπῶς ὑπὸ τούτου ἐναντία αὐτῇ καταπνέοντος, ἐλπίδα ἀγαθὴν παρασχόντος μηκέτι ἀνήκεστόν τι προσγενήσεσθαι τοῖς νῦν κακοῖς. πλείστη δὲ μέριμνα πολλοὺς καταλαμβάνει περὶ τῶν ἐν ἀρχαίᾳ Ὀλυμπίᾳ μὴ τὸ πῦρ φθάσῃ τι τῶν μηδὲ ἀνεκτῶν εἰπεῖν ἐργασάμενον. διὸ πλείστην χάριν ἰστέον τοῖς μετὰ μυρίων ὅσων πόνων πειρωμένοις τὸν Ἥφαιστον καταβαλεῖν σβεστήρια ἄγοντας καὶ ὕδωρ πολὺ κατὰ τὸ δυνατὸν ἐπαντλοῦντας τῷ πυρί, ἔτι δὲ μᾶλλον τοῖς πτηνοῖς τούτοις ἀγωνιζομένοις καὶ ὕδωρ ἄνωθεν ἐπιχέουσιν ἐς τὴν πυρκαϊὰν οἳ πάντες ἀφειδῶς τὴν ἑαυτῶν ψυχὴν παραβάλλονται. εἰ δὲ δὴ ἄξιον πάσης ζωῆς ἐπιμέλεσθαι, οὐδὲ χαλεπαίνουσι οἱ ἀμφὶ τοῖς ἵπποισί τε καὶ τοῖς ἄλλοις ζῴοις δείσαντες μή τι κακὸν πάθωσιν ἅτε τῶν πολλῶν ἤδη πρὸς τὸ ἀσφαλὲς ἀπαχθέντων, ὥστε διακόσιοι μὲν ἵπποι ἠσφαλίσθησαν, τὸ δὲ καθ’ ἡμέραν αἴλουροι καὶ κύνες ἀνασῴζονται καὶ οἱ ἐκλιπόντες αὐτῶν ζητοῦνται ὡς εὑρεθησόμενοι. κηρύξεως δὲ γενομένης παρηγγέλθησαν οἱ προσοικοῦντες ἵνα κινδυνῶδες τὸ πῦρ φαίνεται καταλιπεῖν πρὸς ὥρας τὰς οἰκίας μέχρι τοῦ ἀποκαταστῆναι.

οὐκ ὀλίγος δὲ ὡς εἰκὸς ἐπὶ τούτοις θόρυβος ἐγένετο εἰς τὸ βλακεύειν δοκεῖν τοὺς προεστῶτας, καὶ φέρονταί γε μὴν καί τι καὶ ὑπαγροικότερον λεχθέντα πρὸς τὸν ἄρχοντα τῆς Ἑλλάδος, οἷς οὐ πάνυ γε ξυμφερόμεθα, οὐ μὴν οὐδὲ τὸ καθ’ αὑτὸν σιγῶντα ἔχειν ἐν τοιαύτῃ ξυμφορᾷ πρὸς φρονίμου τιθέμεθα ἀλλὰ μέσον ἡμῖν κείσθω τούτοιν. εἰσὶ δὲ οἳ θεοῦ μῆνιν ταῦτα ὑπολαμβάνουσιν τοῖς πάντῃ ἀπίστοις ἂν προσθῇ τις τὸ θεῖον πιστὰ φαίνεσθαι οἰόμενοι, ἀλλὰ ταῦτα ἔξω τοῦ προσήκοντος τῷ γένει τῆς ἀναγραφῆς δοκοῦντα εἶναι ἐάσωμεν. οὐκ ἄξιον δὲ παρελθεῖν ἐν τῷ λόγῳ τὴν φύσιν τῆς Ἀχαρνῆσιν ἐμπιπραμένης ὕλης, τὸ γὰρ πλεῖστον αὐτῆς πεῦκαί ἐστιν, δένδρον ἄλλοις τε πολλοῖς ὡμολογημένον ὀλέθριον καὶ αὐτῷ τῷ ποιητῇ εἶναι εἰς τὸ εὔφλεκτον αὐτοῦ ὡς ἔοικε βλέπουσιν, ὁπότε καὶ πάνυ χαριέντως ἀπὸ τούτου μετενήνεκται ἐκεῖνος ὁ τόπος
«πτολέμοιο μέγα στόμα πευκεδανεῖο»
λοιπὸν μὲν δὴ ὑποτίθεσθαι τοῖς ἐγγὺς τῆς τοῦ πυρὸς ἐπινομῆς οἰκοῦσι προσέχειν σφίσιν αὐτοῖς καὶ εὔχεσθαι πάντα κατὰ τρόπον αὐτοῖς γενέσθαι καὶ μή, εἰ δυνατόν, τῷ παραλόγῳ ἐκπεπλῆχθαι ἐπεὶ καὶ τοῦτο οὐδὲν ἄλλο ὅτι μὴ κακῶν αἴτιον, τὸ ξὺν οὐδενὶ λογισμῷ ἐπιβαλεῖν ᾡτινιοῦν πράγματι.

Η απάντηση στη χωματερή.

Για δες εδώ

Μπορεί να σε ενδιαφέρει

Είμαστε

ΠΑΝΤΟΥ