Διαμέλησις τῶν εἰς διδασκάλων

Τὴν μὲν νόσον «κορωνοϊὸν» καλουμένην σχεδόν τί πω πάντες ἤδη ἴσμεν, ταύτης δὴ μάλα Ἑλλάδι ἐπικειμένης τοῖς τε τὰ τέλη ἔχουσι καὶ οἷς προσήκει τοιαῦτα ἐκκηρύξαι ἔδοξε κατὰ δύω ἑπτάδε ἡμερῶν πάντα τὰ ἀνὰ χώραν διδασκαλεῖα διακρούσασθαι, ὡς προλαβοῦσι τὴν νόσον μὴ μᾶλλον τοῦ δέοντος διαῤῥυῆναι, ἕως ἄνπερ φανῇ πως ἀνεσταλμένη. Τὰ δὲ φροντιστήρια καὶ εἴ τι ἄλλο αὐτοῖς ἔοικε οὐδὲ δοκεῖ ἐκτὸς τοῦ κηρύγματος περιγενέσθαι, ἐπεὶ καὶ ταῦτα ἂν τῆς νόσου μεταδοίη τοῖς μαθηταῖς ἀλλήλοις παροῦσι. Τούτων οὖν ἐκκεκηρυγμένων, ἐλλείπει μὲν περὶ τῶν ὑπολειφθησομένων μαθημάτων βουλεύσασθαι ὡς πληρωθήσονται, προσέτι δὲ εἰ αἱ παρελάσεις τῇ τῆς ἑορτῆς ἡμέρᾳ γενήσονται.

Η απάντηση στη χωματερή.

Για δες εδώ

Μπορεί να σε ενδιαφέρει

Είμαστε

ΠΑΝΤΟΥ