Περὶ δείλην πρωΐαν τήμερον Ἐμμανουὴλ Γλέζος ἐξέπνευσεν καρδίας ἐπιλείψει ἔτη ὑπὲρ τὰ ἐνενήκοντα γεγονώς, ὁ ἐλλόγιμος γενόμενος τὸ τῶν ναζιστῶν σημεῖον ἐπὶ κατοκωχῆς σὺν τῷ Ἀποστόλῳ Σάντᾳ ἀπὸ ἀκροπόλεως καθελών, καίτοι οὐκ ὑπ’ ὀλίγων τοῦτο ἀμφισβητεῖται, λεγόντων ὡς νύκτωρ μὲν ἡ πρᾶξις ἐγένετο, τότε δὲ νομίζεται τὰ σημεῖα ἤδη κατασταλῆναι, ὥστε ἄλλως λαβεῖν αὐτὸ καὶ μὴ πρῶτον καθελεῖν. Ταῦτα μέντοι ὁ βουλόμενος ἐπισκοπείτω, ἡμῖν γὰρ οὐ μέλλει μακρότερα γραφήσεσθαι ἕνεκα τοῦ ἀνδρός. Ἰστέον δέ που δοκεῖ εἶναι ὅτι καὶ τὴν ἐναντίαν αὐτῷ πορευομένους ὅμως οὐ δεῖ μισανθρώπους εἶναι πρὸς ὁντινοῦν μή τί γε δὴ ἐπὶ τῇ τελευτῇ αὐτῶν ἐφήδεσθαι.
- Απο: The Crew
Ἐμμανουὴλ Γλέζου μόρος
Τώρα Μιλάς εσύ
Η απάντηση στη χωματερή.
Για δες εδώ
Μπορεί να σε ενδιαφέρει
Ο ΣΥΡΙΖΑ σε σπιράλ καταστροφής
11 Σεπτεμβρίου, 2024
Δεν φτάνει μόνο η αποδοχή στα κοινωνικά δίκτυα