Φόνοι πρόσφατοι ἐν Κρήτῃ Σαββάτῳ ἐπὶ Περαχωρίου Ἀνωγέῳς ἐγένοντο, Ἐλευθέριος γὰρ Καλομοίρης καὶ Γεώργιος Ξυλούρης ὁ τοῦ Νικολάου ἐρίσαντε περὶ κτημάτων εἰς χεῖρας ἀλλήλοιν ἠλθέτην, ἀφ’ οὗ ξυνέβη τὸν μὲν πολλάκις πυροβοληθῆναι ὑπὸ Γεωργίου, κατὰ δὲ τὴν ἔριν ὁ διαλύων αὐτοὺς προσεπυροβολήθη ἅπαξ σφαίρᾳ τυχούσῃ διελαθείς. Παραγινόμενος δέ τις ἅμα τῇ μάχη καταῤῥαγείσῃ ἀπῆρε ὅσον τάχος τῷ Ἐλευθερίου υἱεῖ, ᾧ Ἐμμανουὴλ τὸ ὄνομα, μηνῦσαι ὅτι πατὴρ θανάσιμον βεβήκοι, ὁ δὲ ἐπεὶ τάχιστα ἐπύθετο τὸν φόνον ἐκεῖσε ἐπελθὼν κατακαίνει τὸν συνήλικα, ἀμφότεροι γὰρ λ’ ἐτῶν ἐστον, πυροβολῶν. Καὶ νῦν μὲν φροῦδος τραπόμενος ἐγένετο καὶ ἀστυνόμοι κληθέντες τοὺς προσήκοντας φωρῶσι ὅ τι ἂν εἰδῶσι ἅμα τὴν ὅμορόν τε χώραν προσερευνῶσι. Τὸ δὴ πρᾶγμα οὐδὲν θαυμαστόν, νενόμισται γὰρ πάλαι δὴ ἐν Κρήτῃ φόνον φόνῳ σβεννύναι τὴν καλεομένην «βεδέταν» ἀποτελοῦσιν, ὃ οὐδὲν ἄλλο ἢ τιμωρία φόνου, ὧδε οὖν ἐτιμώρει πατρὸς τὸν φονέα καὶ γὰρ καὶ ᾗ τάχιστα. Καὶ μὴν αὐτὸ τοῦτο οἷον πῦρ ἐπὶ πᾶν ἐπινέμεται καταναλῶν καὶ ἀρχὴ κακῶν προσγίνεται ἀνάπαυλαν αὑτοῦ χαλεπώτατα ἐξευρισκόμενον.
- Απο: The Crew
Φόνοι γνωρίμων Κρητῶν
Τώρα Μιλάς εσύ
Η απάντηση στη χωματερή.
Για δες εδώ
Μπορεί να σε ενδιαφέρει
Μεταθέσεις ἐν διδασκαλείοις
30 Απριλίου, 2020
Πρώην μὲν τοῦ ἄρχοντος ἠκούσαμεν ὅτι μεταθέσεις ἔσοιτο ἐν τοῖς διδασκαλείοις, ἐχθὲς δὲ Κεραμέως τῆς ὑπουργοῦ τὰς ἐπὶ μέρους ἀκριβείας
Ἀθιγγάνοις νεώτερα γινόμενα
23 Απριλίου, 2020
Πρῴην ἐπὶ Δενδροποτάμου ὀλίγου δεῖν μάχην συνῆψαν ἀλλήλοις Πακιστανοὶ καὶ ἀθίγγανοι, οἱ Ῥομὰ ἐπίκλην, ὅτι οἱ μὲν κελευόμενοι πρὸς βίαν
Εὐχὴ Ἀναστάσεως
19 Απριλίου, 2020
Διὰ βραχέων δέδοκται γράψαι ἡμῖν περὶ τῆς Ἀναστάσεως, ἣν μικρὸν ὕστερον διοίσομεν τῆτες. Εὐκτέον γὰρ πᾶσι βιῶναι καθ’ ἑαυτοὺς πάθη
Κορωνοϊοῦ νεώτερα προσπεσόντα
10 Απριλίου, 2020
Αὖθις δεῖ περὶ κορωνοϊὸν τὸν λόγον στρέφειν, πῶς γὰρ οὔ; παναταχοῖ γὰρ φαίνεται διασκεδαννυμένη ἡ νόσος οὐδὲν ἀνακρουομένη ἀνὰ πάσας