Ὀξεῖ ἐπίθεσις

Τρεῖς μάλιστα ἑβδομάδες παρῆλθον ἀφ’ οὗ Ἰωάννα λδ’ ἐτῶν οὖσα θειικῷ ὀξεῖ ἢ βιτριόλῃ ἐῤῥάνθη ἐπ’ ἀνελκυστῆρος ἀναβᾶσα ὑπὸ τριακονταεξαετοῦς τινος γυναικὸς φιλονεικησάσης ἐπὶ ἀλλοκότῳ τῳ αἰτήμασι φιλίας καὶ ἀρεσκείαις ἐν διαδικτύῳ. Ἡ μὲν Ἰωάννα ἤδη τρὶς χειρουργηθεῖσα τὸ τέταρτον μέλλει τῇ προσιούσῃ ἑβδομάδι κινδυνεύουσα τὴν ἀριστερὰν ὄψιν ἀποβαλεῖν, ἡ δὲ ἐνεχομένη οὐχ ὁμολογεῖ δρᾶσαι οὐδὲν ὧν κατηγορεῖται, πρὸς δὲ σκήπτεται προβλήμασι ψυχῆς ὡς εἰς ἀπόφυξιν. Πείρας φόνου μὲν γὰρ ἀπὸ παρασκευῆς αἰτίαν ἔχει καὐτὸς ὁ συνήγορος ἀπορεῖ τῷ ἄνῳ τῆς γυναικὸς ἀναφέρων αὐτὸ εἰς τὴν ἔκπληξιν τοῦ πράγματος. Ἔτι δὲ οἱ γειτνιῶντες μάλιστα πάντων θαυμάζουσιν εἰ γυνή τις καλή τε καὶ νέα τὴν ὄψιν οὕτως εἰς κίνδυνον τὰ αὑτῆς ἐτόλμησε ῥῖψαι ἐπὶ ἐλαχίστῳ. Ἦν γάρ, ὡς εἴρηται, αἰτία τῆς ἐπιθέσεως ἐπιστροφή τις οὖσα τῆς Ἰωάννας τεσσαρακονταετεῖ τινι ἐν δικτύῳ, περὶ οὗ διέφερε τῇ δράστιδι ἀεὶ αὐτόν τε καὶ τὴν Ἰωάνναν τηρούσῃ ὅ τι ποιοῖεν. Τοῦτο δὲ δεῖ ἡμᾶς ἐννοῆσαι ἀπὸ τοῦδε, τὰς γὰρ πράξεις τὰς ἐν διαδικτύῳ πολλοὶ ἐν οὐδεμιᾷ μοίρᾳ ἄγοντες οὐδὲν ἑπόμενον αὐταῖς δοκοῦμεν ἔσεσθαι ἐν τοῖς πράγμασιν, ὡς περιεπέφθημεν σκέμμασι ἡσυχαστικοῖς! Τὸ λοιπὸν οὖν ἐπιστητέον μᾶλλον ἔστω ἡμῖν μὴ περιπέσωμεν προπετέσι τοῦ βλάπτειν ἀνθρώποις (μᾶλλον δὲ φρενοβλαβέσι) ἵνα ἀτρέμα διάγωμεν μὴ τηκόμενοι τὰ πρόσωπα καὶ μεθιστάμενοι πρὸ τοῦ καιροῦ τοῦ βίου.

Η απάντηση στη χωματερή.

Για δες εδώ

Μπορεί να σε ενδιαφέρει

Είμαστε

ΠΑΝΤΟΥ