Αἰγυπτίου παιδὸς βολή

Εις την αττικήν

Ἐχθές τι τῶν τόλμῃ διαφερόντων ἐν Θεσσαλονίκῃ προσέπεσεν ἧς τὸν μισθὸν πλέονος κακοῦ ἔθος ἔχει ἀμείβεσθαι τοὺς αὐτῇ ἀλογίστως χρησαμένους. καὶ γὰρ Αἰγύπτιός τις οὔπω παραλλάσσων τὴν παιδικὴν ἡλικίαν (ἑκκαιδεκαέτης γάρ ἐστι) ἔλαιον βουλόμενος ἐγχέαι τῇ αὑτοῦ ἁμάξῃ εἰς τὸ ἐλαιοπώλιον ἐγεγόνει οὗ τὸ τοιοῦτο ὑγρὸν πιπράσκουσι δι’ οὗ θερμότητος ἐγγενομένης τοῖς τῆς ἁμάξης ἐμβόλοις κατ’ ἀλλήλων ἀναδεδμημένοις ὥστε κίνησιν ὑπάρχειν οἱ ἄξονες ἐκκυκλοῦνταί τε καὶ ἡ ἅμαξα ὥσπερ αὐτοκίνητος, ἐφ’ ᾧ τινες οὕτω προσηγόρευσαν αὐτήν, ἄγεται.

τὴν μέντοι τιμὴν τοῦ ἐλαίου οὐκ ἠξίωσε θεῖναι εἴτε γε δὴ οἰόμενος ῥᾳδίως ἐκφεύξεσθαι εἴτε ἀφ’ ἑτέρας τινὸς μείζονος ἢ κατειπεῖν δυνάμεως ἀγόμενος. περιέπεσε δ’ οὖν τῷ τῆς αἰσχροκερδείας πάθει καὶ ᾤχετο ἅμα φεύγων ἀπορίᾳ ἐχόμενον καταλιπὼν τὸν ἐπὶ τοῦ ἐλαιοπωλείου διὰ τὴν τοῦ πράγματος ἀτοπίαν. οὗτος δὴ εὐθὺς ἀνενεγκὼν τοὺς τοξότας ἐξεκαλέσατο οἳ συλλάβοιεν ἐπὶ δικύκλων ὀχούμενοι τὸν Αἰγύπτιον ἤδη μακρὰν αὐτῶν έλαύνοντα. ὀλίγῃ μὲν δὴ ἐκδρομῇ χρησαμένων ὁ μὲν Αἰγύπτιος πρὸς τὰ αὐτοῦ ἤθη βουλόμενος καταφυγεῖν ὑποτεμνόμενος δὲ τῆς ὁδοῦ πρὸς τῶν αὐτὸν διωκόντων ἐπ’ ἐσχάτην ἐπιβουλὴν τραπόμενος τὴν διάνοιαν τοῖς δικύκλοις ἐμβάλλειν ἐπειράθη ὥς φασί γε οἱ τοξόται. ἐπιφερόμενον οὖν ὁρμῇ εἶς τῶν τοξοτῶν βολαῖς πολλαῖς ἐπ’ αὐτὸν ἐχρήσατο ὧν αἱ μὲν διῆλθον τὸν δίφρον τῆς ἁμάξης μία δὲ καιρία προσεπεπήγει ὄπισθεν τῇ αὐτοῦ κεφαλῇ ἐφ’ ᾧ παραυτίκα λιποψυχήσας ἀφίετο τοῦ πηδαλίου καὶ ληπτὸς ἐγένετο.

τὸ νῦν δὴ εἶναι ἐν νοσοκομείῳ κεῖται ἐπὶ ξυροῦ ἀκμῆς ἑστηκώς. τὸν γοῦν τοξότην ἀποπεμπτέον εἶναι ἐκρίθη παρὰ τοῖς τῷ τῶν τοξοτῶν ἔθνει ἐπιστᾶσι. τούτου δὲ τοῦ πράγματος διατεθρυλημένου πολλοὶ ὁμόφυλοι εὐθὺς ἐξεῤῥύησαν ἐν ταῖς ὁδοῖς ἁμάξας ἀνατρέποντες, πῦρ βάλλοντες, κάδους ὑφάπτοντες καὶ πάσης μεστὸν ταραχῆς ποιοῦντες μέρος οὐ μικρὸν τοῦ ἄστεως.

πολλοὶ δὲ ἐπιτιμῶσι τῷ τοξότῃ ὡς ἐπιβουλεύοντι τῷ παιδὶ καὶ ἐκ προνοίας τοῦτον ἀποκτεῖναι ἐν νῷ βαλομένῳ ὥσπερ ἐκ τραγωδίας μηχανήματα ἄττα κατηναγκασμένα βίᾳ ἐπιφέροντες ταῖς ἡμῶν διανοίας, οἷς γε ἀμφίβολον παντάπασιν ἡμῖν φαίνεται πότερον συνέτυχέ ποτε εἰς δέος καταστῆναι ἢ ἕτερόν τι πάθος ὃ σαλεύει τὴν ψυχὴν καὶ ἐξίστασθαι πολλάκις ποιεῖ τῆς ἱδρυμένης τε καὶ σώφρονος ἕξεως.

τούτῳ γε τῷ δεδιέναι περιπεπλεγμένον τὸν τοξότην ἀναγκαῖον καθέστηκε, οἶμαι, ὥσπερ “ἀφ’ ἱερᾶς” παύσασθαι τῆς ὕβρεως τὸν παῖδα παρ’ οὐδὲν τιθέμενον τὰ ὑπὸ τῶν τοξοτῶν κελευόμενα. τὸ γὰρ κακὸν ἐξ ἀρχῆς ὀλίγον ἐπιφαινόμενον δεῖ ἐπιλογισμοῖς κατέχειν ἐὰν μέντοι ἀχάλινον γενόμενον καὶ πολὺ ὑπεκρυὲν δύνηται τοὺς ἐπιτυχόντας βλάψαι, πᾶσῃ τέχνῃ τε καὶ ἐπινοίᾳ ἐπιληπτέον αὐτοῦ. ὁ γοῦν παῖς τῆς τύχης πεῖραν λαβὼν λαμυρίαν ὦφλεν.

καί μοι δοκεῖ ὁ τοξότης ὑπὲρ ἄλλων ὡς οὐ τὸν παῖδα μισῶν ἀλλὰ τὴν πρᾶξιν ἀποδοκιμάζων βαλεῖν· ταῦτα μὲν οὖν εἰπεῖν προήχθημεν, ὁρῶντες πρὸς τούτοις ἐπικλῶντα πολλοὺς πρὸς οἶκτον καὶ ἀποθηλύνοντα τὸν Αἰγύπτιον τῷ πατέρα εἶναι. ὃ μᾶλλον πρὸς τὴν αὑτοῦ μέμψιν τείνει, εἴ γε οὐδὲν φροντίσας τοῦ ἐξ αὐτοῦ γεννηθέντος ὀρφανίᾳ ὠνίᾳ περιβαλεῖν αὐτὸ ἠνέσχετο.

Η απάντηση στη χωματερή.

Για δες εδώ

Μπορεί να σε ενδιαφέρει

Είμαστε

ΠΑΝΤΟΥ