Σήμερον τῶν ἐν μεγίστοις μεγίστη ἀποφρὰς ἡμέρα τοῖς Ἕλλησι. Ἑπτὰ γὰρ καὶ ἑξήκοντα καὶ πεντακόσια ἔτη γέγονεν ἀφ’ οὗ ἥλω τε Πόλις καὶ ἄλλως κατελύθη ἡ τῶν Ῥωμαίων ἀρχή, σποράδην ἐκχυθεῖσα εἰς Πελοπόννησον μέχρι οὗ κἀκεῖ ὑπὸ τοῖς Τούρκοις ἦν. Τῶν μὲν δὴ ἐν τῇ ἁλώσει γεγενημένων πάντες ἵστορες εἴτε ἀκοῇ εἴτε μελέτῃ δοκοῦμεν εἶναι, διὸ δύο παραθησόμεθα ἡμῖν παρασεσημασμένω τῷ βουλομένῳ οὐχὶ τὼ τυχόντε ἀλλ’ ἃ ἐδοξάτην μᾶλλον συμβάλλεσθαι εἰς κατανόησιν ἦθους τοῦ Αὐτοκράτορος, ὃς οὐκ ὤκνησε ἀνδρείως ἄϊσσειν ἐς ἀγῶνα περὶ ψυχῆς ἀφειδῶν παντελῶς αὑτοῦ. Καὶ δὴ αὐτίκα μάλα δῆλον γίνεται ὅτι καὶ στεναγμός τις ἢ κλαυθμὸς μᾶλλον ἔμφασιν ἤθους ἐποίησε ἢ ῥῆμά τι σεμνὸν καὶ μεγαλοπρεπὴς φήμη.
(Ἀπηρμένω ἐστὸν ἀπὸ τοῦ Χρονικοῦ τοῦ Γεωργίου Σφραντζῆ).
Εἶτα ἐλθὼν (ὁ Κωνσταντῖνος) εἰς τὰ ἀνἀκτορα ὀλίγον σταθεὶς καὶ ἐκ πάντων συγχώρησιν αἰτήσας, ἐν τῇδε τῇ ὥρᾳ τίς διηγήσεται τοὺς τότε κλαθμοὺς καὶ θρήνους τοὺς ἐν τῷ παλατίῳ; Εἰ καὶ ἀπὸ ξύλου ἄνθρωπος ἢ ἐκ πέτρας ἢν, οὐκ ἐδύνατο μὴ θρηνῆσαι.
Μετὰ δὲ ἐπιφέρει:
Βρυχώμενος (ὁ Κωνσταντῖνος) ὡς λέων καὶ τὴν ῥομφαίαν ἐσπασμένην ἐν τῇ δεξιᾷ ἔχων πολλοὺς τῶν πολεμίων ἀπέσφαξε. καὶ τὸ αἷμα ποταμηδὸν ἐκ τῶν ποδῶν καὶ ἐκ τῶν χειρῶν αὐτοῦ ἔῤῥεε.
Μεμνημένοι τοίνυν τῶν ἀξίων ἀνδρῶν οὓς προγόνους ἡμῶν ἠξιώθημεν καλεῖν, μὴ παρεχώμεθα ἑαυτοὺς ἥττους ἢ δεῖ τῇ πάτρᾳ νῦν εἴπερ ποτὲ ἐπ’ ἀκμῇ ξυροῦ κειμένῃ.