Πρῴην ἐπὶ Δενδροποτάμου ὀλίγου δεῖν μάχην συνῆψαν ἀλλήλοις Πακιστανοὶ καὶ ἀθίγγανοι, οἱ Ῥομὰ ἐπίκλην, ὅτι οἱ μὲν κελευόμενοι πρὸς βίαν ἐκ τῆς χώρας ἀπιέναι ἣν ἐποικοῖεν οὐκ ἠνείχοντο, οἱ δὲ ὡς ἐπύθοντο διακοσίους αὐτῶν ξὺν ῥοπάλοις τε καὶ ἐγχειριδίοις προσκειμένους οὐκ ἐδέξαντο. Οὐ μὴν ἀλλὰ ἐκάλεσαν Ἕλληνας παρεμβησομένους καὶ ἀφικόμενοι δικυλισταὶ τῶν μὲν Πακιστανῶν οὐδένα εὗρον, τοὺς δὲ ἀθιγγάνους καὶ πάνυ ἀνιωμένους. Τῆς δὲ ἔριδος οἱ Πακιστανοὶ φαίνονται ὑπάρχοντες, τῷ γὰρ Μεγάλῳ Σαββάτῳ εἷς αὐτῶν διελάσας ἀθίγγανόν τινα μαχαίρᾳ παρακουσθέντα οὐκ ἔκτεινε, ἀλλ’ παρώξυνε, ὡς τὸ είκός, τοὺς ἄλλους. οἳ ὀργὴν λαβόντες ἀθρόοι ἐπὶ ταῖς θύραις αὐτῶν ἦσαν αἰτοῦντες συσκευασαμένους ἀπιέναι. Καὶ αὐτοὶ μὲν ὑπήκουον, οὐ μὴν ἐποίησαν ὡς ὑπέστησαν, ἄλλους περιμένοντες δεξόμενοι πρὸς τιμωρίαν τῆς ἐξελάσεως. Ἡμῖν μὲν δοκεῖ ἐνταυθὶ τὸ δίκαιον ἔχειν ἀθιγγάνους μετ’ αὐτῶν, δίχα δὲ τούτου οὐκ ἐκτὸς ὅλως αἰτίας εἶναι, ὅτι τῇ αὐτῇ ἡμέρᾳ τοῦ μὲν Πακιστανοῦ ἀδικήσαντος, ἕτερον ἀθίγγανον εἰκάζεται ἀνεῖναι σφαῖραν παρὰ κῶμον ἐν Μενιδίῳ, αὐτὴν δὲ βληθεῖσαν ποδηλατίσκῳ ἐντυχεῖν κόρης ἐτῶν ε’, ὅπως δὴ ἀνηῦρον οἱ ἐρευνῶντες, μόρον ἐκ τοῦ ἀφανοῦς δυστυχέστατον παρασχοῦσαν ἄν. Ἔτι δὲ ἐν ὀπτικῷ φανεροὶ ἀστυνόμοις ἐπιτίθενται μεσοῦντα αὐτοῖς κῶμον ἐπέχουσιν.
- Απο: The Crew
Ἀθιγγάνοις νεώτερα γινόμενα
Τώρα Μιλάς εσύ
Η απάντηση στη χωματερή.
Για δες εδώ
Μπορεί να σε ενδιαφέρει
Φόνοι γνωρίμων Κρητῶν
4 Μαΐου, 2020
Φόνοι πρόσφατοι ἐν Κρήτῃ Σαββάτῳ ἐπὶ Περαχωρίου Ἀνωγέῳς ἐγένοντο, Ἐλευθέριος γὰρ Καλομοίρης καὶ Γεώργιος Ξυλούρης ὁ τοῦ Νικολάου ἐρίσαντε περὶ
Μεταθέσεις ἐν διδασκαλείοις
30 Απριλίου, 2020
Πρώην μὲν τοῦ ἄρχοντος ἠκούσαμεν ὅτι μεταθέσεις ἔσοιτο ἐν τοῖς διδασκαλείοις, ἐχθὲς δὲ Κεραμέως τῆς ὑπουργοῦ τὰς ἐπὶ μέρους ἀκριβείας
Εὐχὴ Ἀναστάσεως
19 Απριλίου, 2020
Διὰ βραχέων δέδοκται γράψαι ἡμῖν περὶ τῆς Ἀναστάσεως, ἣν μικρὸν ὕστερον διοίσομεν τῆτες. Εὐκτέον γὰρ πᾶσι βιῶναι καθ’ ἑαυτοὺς πάθη
Κορωνοϊοῦ νεώτερα προσπεσόντα
10 Απριλίου, 2020
Αὖθις δεῖ περὶ κορωνοϊὸν τὸν λόγον στρέφειν, πῶς γὰρ οὔ; παναταχοῖ γὰρ φαίνεται διασκεδαννυμένη ἡ νόσος οὐδὲν ἀνακρουομένη ἀνὰ πάσας