Ἀθήνῃσι καὶ Θεσσαλονίκῃσι ταραχαὶ

ἐπεὶ θεὸς κατένιψε καὶ χιὼν πολλὴ ἐπέπεσεν, ὅμως τὸ θερμὸν ἐν τῷ θυμοειδεῖ ἔτι παρὰ πολλοῖς μένει. εἰς ταραχὰς γὰρ ἐχθὲς κατέστησαν αἵ τε Ἀθῆναι καὶ ἡ συμπρωτεύουσα αὐτῇ πόλις Θεσσαλονίκη πολλῶν τῶν μὴ προσιεμένων τὰ προσωπεῖα καὶ ὅλως ἀγανακτούντων ἐπὶ τῇ κλῄσει ῥυέντων ὁμοῦ ἐπὶ τὴν πλατεῖαν τὴν τοῦ Συντάγματος καὶ τὸν τοῦ Λευκοῦ Πύργου χῶρον.

ἄδηλον δὲ ἔτι ὂν ὁπόσοι Ἀθήνῃσι ἀπήχθησαν τὰ τῆς Θεσσαλονίκης γεγονότα πειρασόμεθα διελθεῖν οὐ πολὺ διαφέροντα τῶν ἐκεῖ πεπραγμένων. καὶ γὰρ περὶ τοὺς πεντακοσίους γενόμενοι οἱ ἀθροισθέντες τὸν ἀριθμὸν ἐν τῇ δεκάτῃ ὥρᾳ τούς τε τοξότας τοὺς καθ’ αὑτοὺς τεταγμένους εὐθὺς ἔβαλλον ᾧ ἔχοιεν πρόχειρον, λύχνοις καὶ σβεστηρίοις καὶ πυροτεχνήμασιν. οἱ δὲ ἀντέβαλλον δακρυγόνοις τὸ πλῆθος αὐτῶν ἀνακόψαι καὶ συστεῖλαι βουλόμενοι.

ὥραις δὲ τρισὶν ὕστερον καὶ ἁμάξῃ ἐφοδευούσῃ ἐπεπορεύθησαν, δι’ ἃ πάντα τὸ νῦν εἶναι δέκα ἐκ τῶν συνεῤῥυηκότων ἀπήχθησαν. ἦν δὲ ἡ ὄτρυνσις ἐπὶ ταῦτα ἀπὸ διαδικτύου γενομένη, ὃ ὁρμητήριον πολλῶν πράξεων ἐξ ὑπαρχῆς γέγονε ἄλλως τε καὶ νῦν τῶν πλείστων χαλεπῶς φερόντων τοῖς ὑπὸ τῶν ἐν τέλει βεβώτων κηρυχθεῖσιν περὶ τῆς νόσου ἤδη ἐνιαυτὸν κατὰ διακοπὰς ἰσχύουσιν.

ἦν δὲ ἰδεῖν τὸν ἐθνικὸν ὕμνον ᾄδοντας καὶ σημεῖα ἑλληνικὰ ἐκ τῶν ὤμων αὐτῶν ἐξάψαντας τοὺς διαμαρτυρομένους καὶ ἄλλα τε πολλὰ πράττοντας ἔμφασιν ποιοῦντα τῆς σφετέρας αὐτῶν προαιρέσεως περὶ τὰ πολιτικὰ πράγματα.

Η απάντηση στη χωματερή.

Είμαστε

ΠΑΝΤΟΥ