Πλέον δεκάδος ἡμέραι παρῆλθον ἀφ’ οὗ τῶν ἐκτοπωτέρων προσέπεσεν ἀγγελία· ἐν τῷ τελωνίῳ γὰρ τῷ τῆς Κοζάνης ἀνήρ τις μεσῆλιξ γενειῶν ἔλαθε μεθ’ αὑτοῦ ἀξίνην ἐνεγκὼν ἐν πήρᾳ ᾗ τρεῖς διηκόνους προσέβαλεν καταφέρων αὐτῶν τὴν ἀξίνην εἴς τε τὸ πρόσωπον καὶ κεφαλὴν καὶ τὰ νῶτα· καὶ οὐκ ἂν ἦν τέλος τῆς μανίας εἰ μὴ ὁ προεστὼς Ἰωάννης Ποδιώτης προσαρκούντοιν δυοῖν διηκόνοιν ἐξέκρουσε αὐτοῦ τὸ ὅπλον καὶ ἐπὶ τοὔδαφος κατέβαλεν ἕως τοξόται παραγενόμενοι πέδας περικρούσαντες ἀπήγαγον. τῶν δὲ πληγέντων ὁ μὲν πενηκοντατεσσαροετὴς πάνυ φαύλως ἔχει, καὶ χειρουργηθεὶς ὀλίγας ἐλπίδας ἔχει σωτηρίας, ταῖν δὲ λοιπαῖν ἡ μὲν ἑξηκονταεπταετὴς καίτοι κακῶς πράττουσα χειρουργηθεῖσα εἰς τὸ κατὰ φύσιν φέρειν τὰ πληγέντα μέρη κάλλιον ἤδη φαίνεται ἔχουσα, ἡ δὲ τεσσαρακονταεπταετὴς ἤδη ἐξῆλθεν τῶν ἰατρῶν προσκόψασα πειρωμένη διεκπεσεῖν καὶ σμικροτέρας λαβοῦσα πληγάς, ὡς ἔοικε.
Πρὸς δὲ ἡ ὁδὸς τοῦ δράστου πάνυ ἀκριβῶς διεξέρχεται παρὰ μαρτύρων, περιιὼν δὴ ὀλίγον πρᾷος περὶ τὰ γραφεῖα καὶ ἀποπατήσας ἤρξατο τοῦ πληγὰς διδόναι ᾧ ἂν ἐπέτυχε. καὶ φέρεται ἔπη οὗτος βοῶν οἷον «οὐ μὲ φεύξεσθε» καὶ «ἐχρῆν τοῦτο γενέσθαι, οὗ ἄξιοί ἐστε, τοῦτο ἐποίησα», εἰς τοῦτο δὲ ἀναιδείας προῆλθεν ὥστε ἔτι καὶ καταβληθεὶς ἀνεφώνησεν «ἤρεσεν ὑμῖν; καλῶς γε ἐπράξατε». τοιγάρτοι τοιαῦτα ἐκπλήσσει ἀεὶ ἡμᾶς διὰ τὸ τρομερὸν καὶ ταραχῶδες τῶν τολμημάτων, ἴσως δὲ τὸ νῦν μὲν εἶναι θράσσει μάλα, κατ’ ὀλίγον δὲ ἑκάστοτε ταὐτὰ οἷον τὸ τοιοῦτον ἀκούοντες ἀνίενται τὰ ὦτα καὶ ταχὺ λήσομεν ἑαυτοὺς πάνυ ἀναίσθητοι γεγονότες πρὸς τὰ πάθη, ὃ φύσει πρὸς τῷ ἀγαπητικῷ ἔχομεν ἄνθρωποι ὄντες.