Χὠρας ψευδὴς κατάληψις

Λόγος ἔχει ἐν Φέραις χώραν Μελιττοκομεῖον κεκλημένην Τούρκους καταλαβεῖν πρώην, ἡ δὲ φυὴ αὐτῆς ὧδε: κεῖται μὲν κατὰ τῆς κώμης Φερῶν ἐν τοῖς μεθορίοις Τουρκίας κύκλῳ περιεχούσης αὐτήν, φύσει δὲ ὅρισμα τῆς Ἑλλάδος ἔχει τὸν ποταμόν. Ἀτὰρ ὡς ἔοικε τὸ τοῦ ποιητοῦ πάλιν γέγονεν, ἀγγελίας δὴ ψευδεῖς ἔλακεν διαδίκτυον. Ἡ γὰρ χώρα οὐ κατελήφθη μέν, ὡς λόγος, ἐγγὺς δὲ ἄνωθεν κατεστρατοπεδεύσαντο Τοῦρκοι ἐντὸς τῶν αὑτῶν ὅρων. Ἄλλοι δέ φασι μεταστάντας Μελιττοκομείου ἐκεῖσε πορευθῆναι, οὗ νῦν αὐλίζονται. Τῷ τοίνυν πειστέον εἰς αὖθις ἁπαξαπλῶς χαλεπῶς κατέστη, ὅτῳ γὰρ δὴ πείθῃ, οἱ ἐναντίοι αὐτοῦ σοι αὐτίκα λοιδορήσονται ὡς ψεύδεσι παραγομένῳ. Οὐ μὴν ἀλλὰ καὶ ἐπισκοπῶν τις εὑρήσει ταὐτὴν χώραν πρὸ μηνῶν ἐν διαδικτύῳ διαδιδομένη ὑπὸ Τούρκων ὡς ἐκεῖθεν τοὺς εἰσβολέας διαβῆναι εἰς Ἑλλάδα, ὃ οὐ μικρὰν ὑπόνοιαν παρέχει ὅστις ἔσθ’ ὁ σκορπίσας τὸ ψεῦδος.

Η απάντηση στη χωματερή.

Για δες εδώ

Μπορεί να σε ενδιαφέρει

Είμαστε

ΠΑΝΤΟΥ