Eἰς τὴν Ἀνάστασιν εὐχὴ

Tὴν μὲν τοῦ λόγου ὑπόθεσιν κρεῖττον ἢ κατὰ ἄνθρωπον ἀποφαινόμεθα ἐξενεγκεῖν πρεπόντως, οὐ μὴν οὐδὲν ἧττον ἐπιχειρητέον διὰ τὸ μέγεθος τῆς ἐν αὐτῷ γηθοσύνης ἣ διαπέμπεται πρὸς πάντας τοὺς εἴτε πείρᾳ εἴτε νῷ δυναμένους περιλαβεῖν ὅσης ἀγαλλιάσεως αἴτιον τὸ γινόμενον, τὴν τοῦ Κυρίου ἡμῶν Ἀνάστασιν λέγω. ἣν ἐν τοῖς ὑποκειμένοις καιροῖς παραδόξως δὴ πρωϊαίτερον τοῦ εἰωθότος διάξομεν, ὃ τὴν δύναμίν γε οὐκ ἀποσπᾷ τοῦ ἁγίου μυστηρίου, ἴσως δὲ διοχλήσει οὐκ ἀπεικότως πολλοὺς τῶν εὐσεβῶν ἐπὶ τῇ ὑπείξει τῆς Ἐκκλησίας τῇ ἀρχῇ τρεῖς ὥρας πρότερον ἐπισκηπτόυσῃ τελεῖν τὴν τῆς Ἀναστάσεως ἑορτήν. οἷς παραινοῦμεν λύεσθαι τῆς ὀργῆς ἢ γοῦν πρὸς χρήσιμόν τι αὐτῇ χρῆσθαι καὶ μὴ δι’ ὀργῆς γίνεσθαι τοῖς ἁπλῶς τὸ προσταττόμενον κατ’ ἀνάγκην πράττουσι. μεντἂν ἀγεννὲς δόξειεν παρελθεῖν ἐν τῇ γραφῇ αὐτὴν τὴν Ἀνάστασιν, ἣ οὐδὲν ἄλλο εἰ μὴ προδιατύπωσις γέγονε τῆς ἡμετέρας παλιγγενεσίας τῆς ἐλπιζομένης εἰς τὸν αἰῶνα.

διαφυλάξωμεν τοίνυν τὸν πλοῦτον τὸν ἐν τοῖς ὀστρακίνοις σκεύεσιν κατὰ τὸν μέγαν Παῦλον ἡμῶν κατὰ τοὐνδεχόμενον ἐν ἁγνείᾳ πρὸς τὸν ἀποκείμενον ἡμῖν ἐν οὐρανοῖς τόπον βλέποντες, ἔνθα ἐκ τῆς πλαδώσης τε καὶ ῥυπαρᾶς ζωῆς ταύτης ἐξελθόντες γενησόμεθα διὰ τοῦ ἀπολωλότος τοῦ θανάτου κράτους ὑπὸ τῆς τοῦ Χριστοῦ Ἀναστάσεως (τοῦτ’ ἔστιν τῆς ἡμετέρας ἀναστάσεως), ᾧ πρέπει πᾶσα δόξα τε ὕμνος καὶ προσκύνησις.

Η απάντηση στη χωματερή.

Για δες εδώ

Μπορεί να σε ενδιαφέρει

Εὐχὴ Ἀναστάσεως

Διὰ βραχέων δέδοκται γράψαι ἡμῖν περὶ τῆς Ἀναστάσεως, ἣν μικρὸν ὕστερον διοίσομεν τῆτες. Εὐκτέον γὰρ πᾶσι βιῶναι καθ’ ἑαυτοὺς πάθη

Περισσότερα »

Είμαστε

ΠΑΝΤΟΥ