αὖθις προσέπεσεν ἡμῖν μιαιφονία τις τῶν ἄγαν φοβερῶν τε καὶ οὐδὲ τοῖς ἐχθροῖς τῳ εὐκτῶν. ἐν γὰρ τοῖς γλυκέσιν ὕδασιν εἰς ἀνδρογύνου οἰκίαν δύο ἢ τρεῖς, ὥς φασι, λῃσταὶ εἰσδύντες διὰ τῆς θυρίδος ἔκλεπτον τά τε χρήματα καὶ εἴ τις πολλοῦ ἄξιος κόσμος αὐτοῖς εἴη. ὁ δὲ κύριος τριάκοντα καὶ δυεῖν ἐτῶν ὢν αὐτίκα ἀνεγρόμενος ὑπὸ τοῦ θορύβου οὐδ’ ὑποστῆναι τοὺς λῃστὰς ἠδύνατο τάλας εὐθὺς κοπεὶς ἀπό τε αὐτῶν καὶ ἐν θώκῳ προσδεθείς. καὶ τὴν μὲν γυναῖκα αὐτοῦ -ἦν δὲ αὕτη εἴκοσιν ἐτῶν Βρεττανίς-οἱ μιαροὶ ἐκεῖνοι ἀπῆγξαν προσκεφαλαίῳ ἐν κλίνῃ ἀνοδυρομένην τε καὶ βοῶσαν καὶ μαρτυρομένην οἷα ἔπασχε κακὰ κατ’ ὀφθαλμοὺς τοῦ ἀνδρὸς οὐκ ἔχοντος ὅ,τι ποιήσαι ἵνα αὐτοὺς παύσειεν τῆς κακουργίας. ἦν δὲ αὐτοῖς καὶ νήπιον ἕνδεκα μηνῶν οὐδὲν ξυνιὲν καὶ μόνον κλαυθμυρίζον, ὡς εἰκός, πρὸς τὰ γιγνόμενα. ὅπως δὲ προστεθῇ κακὰ κακοῖς, οὐδὲ τοῦ κυνὸς ἐφείσαντο οἱ πάσης κακίας ἔμπλεῳ ἐκεῖνοι ἀλλ’ αὐτὸν ἀνήρτησαν ὅτι τῷ ὑλακεῖν ἐσήμηνε ἂν τοῖς γείτοσι τὴν ξυμφοράν.
τέλος δ’ οὖν μόλις ἐφερπόμενος ἁνὴρ καὶ ῥινὶ τὰ κυμβία τοῦ τηλεφώνου προσάπτων ἐκάλεσεν τοὺς τοξότας. ποίας οὖν ποτε τιμωρίας ἄξιοί εἰσιν οἱ ἀγριώδεις καὶ θηρίου καταδεέστεροι οὗτοι τυχεῖν; ἐφ’ ὧν οὐδὲ προσῆκον ἀνθρώποις χρῆσθαι ὀνόματι, οὐ γὰρ ἀνθρώπων ἀλλὰ ἀλόγων ζῴων ἔργα καὶ τούτων χείρω κατεπράξαντο. τίς δὲ οἰκτιρμὸς ἢ ἔλεος ἂν ἐπαρκέσειε ἀνδρὶ ἐκείνῳ στερομένῳ γυναικὸς καὶ ταῦτα πρὸς ὄψιν ὁρῶντι αὐτὴν ἀποθνῄσκουσαν ὑπὸ βαρβάρων; καὶ γὰρ ὄντως βάρβαροι οὗτοί εἰσιν, πρῶτον μὲν ὅτι βατταρίζοντες λέγονται ἀπειλεῖν καὶ λαλεῖν, εἶτα δὲ διότι βαρβάρων καὶ πάνυ ἀπαιδεύτων ἀποκτιννύναι ἕνεκα χρημάτων ἐστί. ἐφ’ οἷς τίμημα χαλεπῶς ἂν ἐπιβληθείη ἄξιον ὑπὸ τῆς τῶν νόμων μαλακίας ἐώσης πέντε ἢ δέκα ἔτη τοιούτους καθείργνεσθαι κᾆτα ἀφίεναι αὖ ἀπολύτους ὥστε ὅποι βούλοιντο πορεύεσθαι ἀδεῶς ἐπιτιθεμένους ταχὺ πάλιν τῷ φονεύειν καὶ κλέπτειν καὶ ἀδικεῖν. λόγος δὲ ἦν πολὺς ἐπὶ τούτοις περὶ τοῦ φέρειν ἕκαστον ὅπλα ἐν τῇ αὐτοῦ οἰκίᾳ·
οὕτω γὰρ τοὺς παρεισπαίσαντας εἰς τὰ οἰκεῖα πρὸς κλοπὴν ἢ ἁρπαγὴν ἄν τις ἱκανῶς ἀμύνειεν καὶ ἐκβάλοι πρίν τι τῶν ἀνηκέστων γενέσθαι, ἀλλὰ ταῦτα φιλοσοφώτερον ἔστω ἐπισκοπεῖν.