Ἐν Μακρινίσῃ φόνος διπλοῦς

Καινόν τι τῶν λυπηροτάτων προχθὲς προσέπεσε ἐν τῇ Μακρινίσῃ, ὥστε χαλεπὸν πάνυ δοκεῖν ἡμῖν εἶναι οὐχ ἧττον τὸ ὑπάρξαι τοῦ πέρας ἐπιθεῖναι τῷ λόγῳ. ἀνδρογύνου γὰρ ἐν ἀποπέμψει ὄντος διὰ τὴν τοῦ ἀνδρὸς κακουργίαν, ὡς μαρτυρεῖται, ἀεὶ τύπτοντος καὶ κακῶς ποιοῦντος τὴν αὑτοῦ γυναῖκα, ὃ ἕτερον οὐδὲν ἀλλὰ σημεῖον ἀνθρώπου παντάπασιν φευκτέου καὶ ἀγρίου, ἡ μὲν γυνὴ εἰς τὴν τῶν γονέων αὐτῆς οἰκίαν κατηγάγετο ἵνα ἀδεῶς διαιτῷτο ἄχρις οὗ κατασβεσθείη τὸ τοῦ ἀνδρὸς πάθος, ἔτι δὲ ὅπως πρόβλημα ἔχοι τῷ παιδὶ πρὸς τὴν τοῦ πατρὸς μανίαν, ἐστὶ δὲ τὸ παιδίον ἔτη β’ καὶ ἥμισυ. καὶ γὰρ πρὸ τεσσάρων ἡμερῶν αὐτὴν τούτου λυπήσαντος κατέπραξεν ἡ γυνή, ᾗ ὄνομα Κωνσταντίνα, τηρεῖσθαι αὐτὸν ἵνα μηκέτι αὐτῇ πράγματα παρέχοι. γενομένων δὲ τούτων εἰς τὴν πατρῴαν ἐπορεύθη οἰκίαν. οὐδὲ μέντοι τοῦτο ἐδύνατο κατασχεῖν τὴν λαμυρίαν τοῦ ἀνδρός· πρὸς δεκάτην γὰρ καὶ ἡμίσειαν ὥραν προχθὲς εἰσπαίσας εἰς τὴν οἰκίαν ἐν ᾗ αὕτη ᾤκει οὐκ ἀπέσχετο βίας, ἀλλὰ πρῶτα μὲν τὴν αὐτῆς μητέρα ἐνετρίψατο κόνδυλον ἐπὶ τὸ πρόσωπον, εἶτα δὲ ἀπὸ τῆς κατήλιφος καταβαινούσης πρὸς τὸν θόρυβον ἐγχειρίδιον ἔχων ὀλίγον ἀποδέον σπιθαμῆς δὶς διήλασεν αὐτῆς τῆς γυναικὸς τὰς πλευράς τε καὶ τὴν γαστέρα. τέλος δὲ ἐπικατασφάζει αὐτῇ θύραζε τὸν ἀδελφὸν σπουδῇ ἥκοντα πρὸς τὴν οἰκίαν, πυθόμενον τὸ αὐτῶν νεῖκος. ἀπέθανε γοῦν περὶ τὴν καρδίαν τρωθείς, ὑπὲρ προσήκοντος κινδυνεύοντος προθύμως προσενέγκας τὴν αὐτοῦ ψυχήν, ἦν δὲ ἔτη τριάκοντα, ἡ δὲ αὐτοῦ ἀδελφὴ εἴκοσι καὶ δύο, ὀλίγῳ ὕστερον ἐν νοσοκομείῳ ἐκπνεύσασα. καὶ ὁ μιαιοφόνος ἐκεῖνος ἐπέβη τῆς ἁμάξης ἐπὶ φυγὴν τρεψόμενος, τοξότης δέ τις ὑποπτεύσας ἐδίωξε μέχρι ἀφανὴς ἐγένετο. οὐ μὴν κατεπροΐξατο ἀλλὰ πλειόνων τοξοτῶν ἐκζητούντων καὶ καταδιωκόντων ὑποτμηθεὶς ἀπήχθη. ἐκομίζετο δὲ λῆμμα ὑπὲρ ἀδυναμίας πρότερον κατὰ τροχαίαν ἀτυχίαν πληγείς, καὶ προσηνέχθη ποτὲ πρὸς διανοίας ἔρευναν ὡς παρακόπτων. ἀλλὰ ταῦτα ὁ βουλόμενος μᾶλλον ἐπισκοπείσθω.

Η απάντηση στη χωματερή.

Για δες εδώ

Μπορεί να σε ενδιαφέρει

Φόνος υἱέος πρὸς πατρὸς

Ἐν Θεσσαλονίκῃ ἐπὶ Πυλαωτίκων περὶ πρωΐαν βαθεῖαν τήμερον υἱὸς κατεβλήθη ὑπὸ τοῦ πατρὸς αὐτοῦ, ἑξάκις πυροβοληθεὶς διενέξεως αὐτοῖν προγενομένης. Λέγεται

Περισσότερα »

Είμαστε

ΠΑΝΤΟΥ