Ἐν Σταυρουπόλει συμπλοκή

«δυοῖν λεγόντοιν, θατέρου θυμουμένου, ὁ μὴ ἀντιτείνων τοῖς λόγοις σοφώτερος».

ἁψιμαχία ἐγένετο προχθὲς τοῖς μαθηταῖς τοῖς τοῦ τεχνικοῦ διδασκαλείου ἐν Σταυρουπόλει πρὸς τοὺς προσνέμοντας σφᾶς αὐτοὺς τῇ ἐρυθρᾷ καὶ εὐωνύμῳ, ἵνα μή τι ἀκριβέστερον λέγοντες διαφθείρωμεν τὴν ἑρμηνείαν τοῦ λόγου, πολιτικῇ μερίδι. ἔχει δὲ ὧδε· οἱ μὲν φύλλα γεγραμμένα μεταδώσοντες ἀφίκοντο τοῖς μαθηταῖς περιέχοντα ἣν αἱροῦνται πολιτείαν, τῶν δὲ μὴ προσιεμένων καὶ πρὸς βίαν κατ’ ὀλίγον ἀμφοτέρων τρεπομένων ξυνεῤῥάγη ἡ διαφορὰ ἐκ λοιδορίας ξυμβαλόντων ἀλλήλοις καὶ ἀεὶ ἄλλων ἐπιφαινομένων εἰς βοήθειαν τῶν ταὐτὰ φρονούντων. καὶ αἴσχιστα πάντων δοκοῦσιν οἱ ἐρυθροὶ καὶ ἄναρχοι καλούμενοι φεύγειν μὴ δεχόμενοι τοὺς μαθητὰς κατ’ αὐτῶν ἐπιτρέχοντας. ἔστι δὲ ἃ καὶ μᾶλλον πρὸς ὕβριν ὑπ’ ἀμφοτέρων εἴργασται, τῶν μὲν γὰρ μαθητῶν τινες ἐν ὀπτικῷ λαμβάνονται προτείνοντες τὴν δεξιὰν ὥσπερ οἱ τῷ Χίτλερ ἀκολουθοῦντες προσαγορεύοντες, ὃ ἀφελομένου τοῦ φόβῳ μᾶλλον ἢ λόγῳ παρὰ πᾶσιν φερομένου ὡς ὁ ταῦτα πράττων θανάτου ἄξιός ἐστιν ὡσπερεὶ μεγίστης ἀδικίας ἁλούς ἀπᾴδει τῆς ἑλληνικῆς παιδεύσεως βαρβάροις ἐπιτηδεύμασιν καὶ διανοίας μὴ ἐγχειρίζειν ἑαυτοὺς ἀπαγορευούσης, ἄλλως τε καὶ ἡμῖν Ἕλλησιν οὖσιν. τῶν δὲ ἐρυθρῶν οὐχ ἧττον τις ὕβρει οὐκ ἀνεκτῇ ἐχρῆτο, μαθητῇ τῳ ἀπειλῶν περὶ ψυχῆς ὡς μεῖον ἢ ἑβδομάδος διελθούσης βιώσοιτο, ἀνευρεθείη δὲ συγκεκομμένος ἐν τριμμῷ. λόγοι ἀκολάστου παντάπασι καὶ ἀνθρώπου κακοῦ, εἴ γε ἄξιον ὀνόματι ἀνθρώπῳ ἐπὶ τούτων χρῆσθαι. ἀναλογιζομένοις δὲ τὴν ἡλικίαν του λέγοντος, πολιὰς γὰρ τρίχας ἤδη ἐκτρέφει, ἔτι χείρονός τε καὶ ἀναξίου δοκεῖ τροφῆς γενέσθαι οὐκ αἰσχυνόμενος τὸ τοῦ μαθητοῦ ἀξίωμα οὐδὲ τοὺς αὐτῷ παραγινομένους παῖδας, οὓς ἀπάγειν δεῖ πάσης ἐπηρείας κοὐ δείμασι περιβάλλειν. ἃ πάντα παρελθὼν ὁ ἀπαίδευτος ἐκεῖνος ἰὸν ἵει κατὰ παίδων ἀγενείων καὶ οὔπω τὰ ὀκτωκαίδεκα ἔτη παραλλασσόντων. ἅλις δὲ τούτων.

ἵνα δὲ μὴ δόξωσι παίδων νικηθῆναι πάλιν τῷ διδασκαλείῳ προσέβαλλον, ἐλοιδοροῦντο, ἐωθοῦντο δ’ αὖ ὑπὸ τῶν παίδων εἰς ἀλκὴν τετραμμένων, τέλος δ’ ἔφευγον, προσῆκον πέρας τοῖς αὐτῶν ἀγῶσιν ἐπιτιθέντες. πολλοῖς τὸ γενόμενον διατριβὴν παρέσχε λέγειν περὶ αὐτοῦ, καὶ οἱ μὲν τὴν βίαν ὅλως ἀποτριβόμενοι ἀμφοτέρους ἁμαρτάνειν φασί, οἱ δὲ τοὺς ἄρξαντας χειρῶν ἀδίκων αἰτίους σφίσιν αὐτοῖς τῶν συμφορῶν ἀξιοῦσιν εἶναι, εἰς τοὺς ἐρυθρούς γε ἀπερειδόμενοι τὴν ὑπόνοιαν. ἡμῖν δὲ Εὐριπίδης ἔστω ἰατρὸς ἀγαθὸς τῶν διαφορῶν λέγων «δυοῖν λεγόντοιν, θατέρου θυμουμένου, ὁ μὴ ἀντιτείνων τοῖς λόγοις σοφώτερος».

Η απάντηση στη χωματερή.

Για δες εδώ

Μπορεί να σε ενδιαφέρει

Είμαστε

ΠΑΝΤΟΥ