Φόνοι γνωρίμων Κρητῶν

Φόνοι πρόσφατοι ἐν Κρήτῃ Σαββάτῳ ἐπὶ Περαχωρίου Ἀνωγέῳς ἐγένοντο, Ἐλευθέριος γὰρ Καλομοίρης καὶ Γεώργιος Ξυλούρης ὁ τοῦ Νικολάου ἐρίσαντε περὶ κτημάτων εἰς χεῖρας ἀλλήλοιν ἠλθέτην, ἀφ’ οὗ ξυνέβη τὸν μὲν πολλάκις πυροβοληθῆναι ὑπὸ Γεωργίου, κατὰ δὲ τὴν ἔριν ὁ διαλύων αὐτοὺς προσεπυροβολήθη ἅπαξ σφαίρᾳ τυχούσῃ διελαθείς. Παραγινόμενος δέ τις ἅμα τῇ μάχη καταῤῥαγείσῃ ἀπῆρε ὅσον τάχος τῷ Ἐλευθερίου υἱεῖ, ᾧ Ἐμμανουὴλ τὸ ὄνομα, μηνῦσαι ὅτι πατὴρ θανάσιμον βεβήκοι, ὁ δὲ ἐπεὶ τάχιστα ἐπύθετο τὸν φόνον ἐκεῖσε ἐπελθὼν κατακαίνει τὸν συνήλικα, ἀμφότεροι γὰρ λ’ ἐτῶν ἐστον, πυροβολῶν. Καὶ νῦν μὲν φροῦδος τραπόμενος ἐγένετο καὶ ἀστυνόμοι κληθέντες τοὺς προσήκοντας φωρῶσι ὅ τι ἂν εἰδῶσι ἅμα τὴν ὅμορόν τε χώραν προσερευνῶσι. Τὸ δὴ πρᾶγμα οὐδὲν θαυμαστόν, νενόμισται γὰρ πάλαι δὴ ἐν Κρήτῃ φόνον φόνῳ σβεννύναι τὴν καλεομένην «βεδέταν» ἀποτελοῦσιν, ὃ οὐδὲν ἄλλο ἢ τιμωρία φόνου, ὧδε οὖν ἐτιμώρει πατρὸς τὸν φονέα καὶ γὰρ καὶ ᾗ τάχιστα. Καὶ μὴν αὐτὸ τοῦτο οἷον πῦρ ἐπὶ πᾶν ἐπινέμεται καταναλῶν καὶ ἀρχὴ κακῶν προσγίνεται ἀνάπαυλαν αὑτοῦ χαλεπώτατα ἐξευρισκόμενον.

Η απάντηση στη χωματερή.

Για δες εδώ

Μπορεί να σε ενδιαφέρει

Εὐχὴ Ἀναστάσεως

Διὰ βραχέων δέδοκται γράψαι ἡμῖν περὶ τῆς Ἀναστάσεως, ἣν μικρὸν ὕστερον διοίσομεν τῆτες. Εὐκτέον γὰρ πᾶσι βιῶναι καθ’ ἑαυτοὺς πάθη

Περισσότερα »

Είμαστε

ΠΑΝΤΟΥ