Φόνος υἱέος πρὸς πατρὸς

Ἐν Θεσσαλονίκῃ ἐπὶ Πυλαωτίκων περὶ πρωΐαν βαθεῖαν τήμερον υἱὸς κατεβλήθη ὑπὸ τοῦ πατρὸς αὐτοῦ, ἑξάκις πυροβοληθεὶς διενέξεως αὐτοῖν προγενομένης. Λέγεται γὰρ δὴ τὸν μὲν ἀπαλλαγέντα τοῦ πατρὸς ἐκ τῆς οἰκίας ἐξελθεῖν, τὸν δὲ ἔτι ὀργῆς ἔμπλεω ἀπὸ τῆς θύρας προκύψαντα καθικέσθαι αὐτοῦ ὅπλῳ ἑξάκις, ὡς εἴπομεν, πυροβολήσαντα. Ἦν δὲ ὁ τεθνεὼς ἔτη κε’, ὁ δὲ κτείνας πηλίκος μέν ἐστι οὔπω οἴδαμεν, πλὴν ὅτι ὑδραυλικὸς τὴν τέχνην. Καὶ ἔστιν οἳ τὸν φόνον εἰς κορωνοϊὸν τὴν νόσον ἀναφέρουσιν, ὡς θηριωδεστέρους συγκλείων τοὺς ἀνθρώπους ποιεῖ , κακῶς γε ποιοῦντες. Τίς γὰρ οὕτω μεμακκοακὼς ὥστε ταῖς μὲν ἄλλαις ὥραις τοιαῦτα παρορᾶν, τοῦ δὲ κορωνοϊοῦ κρατοῦντος αὐτὰ προὔχεσθαι ὥσπερ τούτων τινὰ αἰτιάσασθαι βουλόμενοι;

Η απάντηση στη χωματερή.

Είμαστε

ΠΑΝΤΟΥ