Φυγόντων ἐφ’ Ἕβρου σύλησις καὶ ἀγωγή

Επιστροφή στην κανονικότητα

ὅτι μὲν Τοῦρκοι ἔθος ἔχουσιν οὐδεμιᾶς προφάσεως οὔσης ἀεὶ ἐπαπειλεῖν ἐκ παντὸς τρόπου ὡς πᾶσιν ἐγνωσμένον παριέναι δοκεῖ, τὸ μέντοι ἄρτι γεγενημένον οὐδενὶ ἄλλῳ τῶν πρότερον ὑπερβολὴν καταλιπὸν κακίας μεγίστων ἐπιτιμίων ἂν ἑαυτοὺς ἀξίους ἡγοίμεθα μηδαμῶς μνημονεύσαντες.

καὶ γὰρ ὃ ἤδη πολλάκις αὐτοῖς πεποίηται εἴ τις διὰ τὴν συνήθειαν οὐκ ἀξιοῖ λόγου τυχεῖν, οὐ μόνον παρ’ ἡμῖν ἀναισθησίας ἀλλὰ καὶ ἀβελτερίας οὐκ ἄπο τρόπου κατέγνωσται ἑκὼν ἅμα ἢ ἄκων ὑφιέμενός τι ῥώμης τοῖς κακουργοῦσιν αὐτὸν ἐπὶ χειρίστῳ, τῷ ἐθίζειν ἑαυτὸν ἀντέχειν μετ’ ἀπραξίας τῷ κακῶς τε καὶ ἀναξίως πάσχεν πρὸς τῶν ἐχθρῶν. ταῦτα ἱκανῶς ὡς δοκεῖν προοιμιασάμενοι τὴν πρᾶξιν διέλθωμεν. ἑνεννήκοντα γοῦν καὶ δύο φυγόντας εἰ ὅ τι φίλον τούτους καλεῖν ἀφελόμενοι Τοῦρκοι τὰ ἱμάτια ἐπὶ τὴν ἐνθάδε τοῦ Ἕβρου ὀφρὺν ἐξέπεμψαν.

ἔτι δὲ συλήσαντες τά τε πρόσγραφα αὐτῶν τὸ ὄνομα ἅμα καὶ ὁπόθεν εἴησαν δηλοῦντα οὐδὲν ἄλλο αὐτοῖς ἔλιπον ὅτι μὴ ἃ ἡ φύσις παρέδωκεν ὡς εἰς περιβολήν. οὕτως οὖν δείλαιοι ἐκεῖνοι τὰ αἰδοῖα ταῖς χερσὶν ἐπικαλυπτόμενοι κατὰ τοῦ ἰούλου τοῦ ζῴου τὸ σχῆμα παρατεταγμένοι ἦσαν πορευόμενοι ἔνθα καὶ ἔνθα ἕως τὸν βοήθειαν αὐτοῖς παρασχόντα ἀνεύροιεν. πρὸς δὲ καὶ πληγὰς ὡς ἔνι ἰδεῖν τισὶ ἐνέτριψαν πρὶν ἐκβαλεῖν πλείω κακὰ τοῖς οὖσι προστιθέντες καὶ ἐπαρκῆ βάσανον κατὰ τῆς αὑτῶν κακοηθείας ἐπιδειξάμενοι. οὐκοῦν τῷ ἐπὶ βάθος ταῦτα ἐπισκοποῦντι οὐδὲν πλέον τούτοις γενέσθαι κατειργασμένοι φαίνονται οἱ Τοῦρκοι ἀλλὰ τοῦ μαρτυρῆσαι ἐπιτετευχότες τῷ ἁγίῳ Γρηγορίῳ ἔν τινι τῶν πρὸς τὴν ἐν Θεσσαλονίκῃ ἐκκλησίαν αὐτοῦ ἐπιστολῶν ὅτε ἑάλω λέγοντι “δοκεῖ γάρ μοι διὰ τῆς οἰκονομίας ταύτης φανεροῦσθαι τὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ ἐπὶ πάντων Θεοῦ, καὶ αὐτοῖς τοῖς πάντων βαρβάρων βαρβαρωτάτοις (τοὺς Τούρκους λέγει), ὡς ἀναπολόγητοι ὦσιν ἐπὶ τοῦ μέλλοντος αὐτοῦ φρικωδεστάτου βήματος”.

τούτων εἰρημένων ἴσως ἂν τὸ ὁμολογεῖν ἀδικῆσαι ἱκανὸν νομίζοι τις εἰς τὸ συγγνώμην ἔχειν τούτοις, οὐ μὴν ἀλλὰ οὗτοι τοσοῦτο τοῦ λόγον διδόναι τινὸς τῶν αὑτοῖς εἰγασμένων πόρρω ἄγουσιν ὥστε ἡμῶν τοὺς ὑπ’ αὐτῶν ἐκβληθέντας ὑπειληφότων τε καὶ καθ’ ὅσον ἔνεστι θεραπευόντων κατηγορίας ποιεῖσθαι ὡς κακῶς ἅμα ποιούντων καὶ μηδεμίαν πρόνοιαν αὐτῶν ποιουμένων.

ὢ τῆς προσποιήσεως! τὰ αὐτῶν κακῶς πρασσόμενα ἡμῖν προστρίβεσθαι ἀνδρῶν μηδεμίαν ἀπολογίαν ἐχόντων πρὸς τὸ εὐθύνας διδόναι διὰ τὸ εὖ δῆλον ὅτι τὸ ἐξελεγχθῆναι πάντων κακίστους ὄντας εἴπερ τι καὶ ἄλλο μάλιστα δεδιέναι. τούτους τῆς μανίας παύσασθαι εἰς τοῦτο ἠγμένους τολμηρίας οὔπω ἀνθρώπων ἔργον δοκεῖ εἶναι ἀλλὰ ἀναθεῖναί τινι ἡμῶν ἐλεημονεστέρῳ ἴσως ἀναγκαῖον καθέστηκε.

Η απάντηση στη χωματερή.

Για δες εδώ

Μπορεί να σε ενδιαφέρει

Είμαστε

ΠΑΝΤΟΥ