Πρώην μὲν τοῦ ἄρχοντος ἠκούσαμεν ὅτι μεταθέσεις ἔσοιτο ἐν τοῖς διδασκαλείοις, ἐχθὲς δὲ Κεραμέως τῆς ὑπουργοῦ τὰς ἐπὶ μέρους ἀκριβείας ἐμάθομεν. Ἀνοιγήσεται μὲν γὰρ πρῶτον τῇ γ’ τάξει τὰ Λύκεια ταῖς ια’ Μαΐου, εἶτα δὲ ταῖς α’ τὲ καὶ β’ τάξεσι ταῖς ιθ’ τοῦ αὐτοῦ μηνὸς καὶ περὶ τῶν Γυμνασίων ταὐτὰ δοκεῖ τῇ αὐτῇ ἡμέρᾳ ἀνοιχθησόμενα. Περὶ δὲ τῶν ἐξετάσεων τάδε, αἱ μὲν γὰρ Πανελλαδικαὶ ὁπωστιοῦν γενήσονται ταῖς ιε’ καὶ ιϛ ‘ Ἰουνίου, αἱ δὲ ἐφ’ ἑτέραν τάξιν ἢ διδασκαλεῖον οὐδαμῶς μὲν γενήσονται, κατὰ δὲ τὰς ἐπιδόσεις διαβαλοῦσι οἱ μαθηταὶ ἐπὶ τὰ ἀνωτέρω. Πρὸς δὲ τούτοις τὰ μὲν ἔνδον ἐν καθαρμοῖς ἔσται δὶς τῆς ἡμέρας, ὡς ἔδοξε, οἱ δὲ μαθηταὶ ἀπὸ προαιρέσεως ἐσβήσονται φυλακὰς τοῖς στόμασιν ἐφεννύμενοι, (ἃς οὐκ ἴσμεν εἰ δι’ αὑτῶν εἴ τε ἀφ’ ὅτου ποριοῦνται), ἔτι δὲ χρἤσται ἅμα ὀλίγῳ μεῖον ὀργυίας ἀπέχειν ἀλλήλων καὶ τμημάτων τὸ πλῆθος μὴ πλέον εἶναι τῶν πεντακαίδεκα . Καὶ χωρισθήσεται δύο τὰ τμήματα καὶ χωρισθέντα ἐκδιδαχθήσεται καθ’ ἑκάστην τὸ ἓν ἀντὶ θἀτέρου ἐναλλὰξ τῆς ἄλλης ἑβδομάδος καθηκούσης. Οὕτω δὴ διοίσομεν τὸν λοιπὸν χρόνον ἄχρι λήξεως τῆς διδαχῆς , ἣ παραταθῆναι δοκεῖ ἕως τῶν ιβ’ Ἰουνίου, αὖθις δὲ πρῳαίτερον ἄρξασθαι τῇ α’ Σεπτεμβρίου. Ὅλως τοίνυν ἐπὶ τὰ ἀρχαῖα ἐπανιέναι κατ’ ὀλίγον ἔδοξε τοῖς ἐν τέλει, ἴσως δὲ θᾶττον τοῦ δέοντος, αὐτίκα γε πρὸς Ἰταλίαν τοῦτο ἐμφανέστερον γίνεται τὰ διδασκαλεῖα κλείσασαν τοῦ θέρους ἄχρι ἡ νόσος πεπτώκῃ , ὑφ’ ἧς τοσοῦτοι ἀπέθανον. Ἀλλ’ εἰκότα ἔπραξεν αὕτη πρὸς αὑτῆς πήματα μείζω ἐνεγκοῦσα, ἡμεῖς μὲν οὖν μὴ προλίπωμεν τὸ εὔθυμον, ἐξαρκέσει γὰρ “ἀρχὴν βραχεῖαν εἰ λάβοιμεν ἐλπίδος”.
- Απο: The Crew
Μεταθέσεις ἐν διδασκαλείοις
Τώρα Μιλάς εσύ
Η απάντηση στη χωματερή.
Για δες εδώ
Μπορεί να σε ενδιαφέρει
Τρίτεκνοι και μετεγγραφές
22 Οκτωβρίου, 2024
Η κυβέρνηση απογοήτευσε και τους τρίτεκνους
Βόλος: Έγδυσαν μικρό μαθητή και έπαιξαν τρίλιζα στα οπίσθια του
12 Δεκεμβρίου, 2023
Εκπαίδευση σε κατάρρευση
Δείξατε κι ‘εσείς πορνό στα παιδιά σας σήμερα;
6 Ιουνίου, 2023
… για να μη σας πουν φασίστες;