Ἄρτι δέδοκται ὃ ἐν λόγοις ἦν πολὺν χρόνον τῇ Τουρκίᾳ τὸν νεὼν Ἁγίαν Σοφίαν ἀπὸ μουσείου εἰς τέμενος αὖ τοῦ τῶν μωαμεθανῶν θεοῦ μεταθεῖναι, ἔμπλεων λαμυρίας ὕβρισμα εἴς τε τοὺς Χριστιανοὺς καὶ δὴ Ἕλληνας, κτίσαντας μὲν τὸν νεὼν τῆς τῶν Ῥωμαίων ἀρχῆς ἔτι κυρίας οὔσης, τὰ ἀναρίθμητα δὲ πάθη ἐνεγκόντας πρὸς τῶν Τούρκων καταστρεψαμένων αὐτούς, φονευόντων τε βιαζομένων καὶ ἀπαγωγαῖσι φόρων προσαναγκαζομένων καὶ πιπρασκόντων, ἐφ’ οἷς προσανασχέσθαι χρἤσται τὸν νεὼν τοῦτον κόσμον ὄντα εἶδος ἐκπρεπέστατον ἀπὸ χώρας ἧττον δεινοτέρας, τὸ μὲν γὰρ μουσεῖον σύνηθες ὡς δηλοῦν τῷ «Μοῦσα», αὖθις εἰς ὄψιν λυπρὰν οἰκεῖα κακὰ ἀναμιμνῄσκουσαν καθιστάμενον.
Καὶ φαίη ἄν τις τάχα «τί ταῦτα λέγεις, ὦ τᾶν, καὶ γὰρ τὸ πάλαι τέμενος ἦν, καὶ Μουσεῖον μὲν καθέστηκε μάλιστα ἑκατὸν ἔτη, νεὼς δὲ πολὺ πλείω». πρὸς ὃν ἀμειψόμεθα ὅτι τοῖς ὑποκειμένοις καιροῖς δεῖ θεωρεῖν τὰς πράξεις, νῦν ἄρα ὡς ἑκατὸν ἐτῶν παρελθόντων τί δεῖ μεμνῆσθαι τῶν ἄλλων ὕβρεων οἷς προστίθεται καὶ αὕτη; μόνον γὰρ γινόμενον ἀνεκτότερον, προσθήκη δὲ ὂν τοῖς ἄλλοις κακοῖς οὐ μὰ τὸν κύνα πάρος ἑκατὸν ἐτῶν γενομένοις ὀργαίνει καὶ λυπεῖ πλεῖστον. τί οὖν τὸ λοιπόν; ἆρα ὑποδεξόμεθα καὶ τοῦτο οὐδὲν ἀντιτείνοντες; ἐπεὶ οἴοιο ἂν ἀλλὰ τῷ μεγέθει τοῦ πράγματος ἔσεσθαί τινα ἀμοιβήν, τόδε μέντοι ἄδηλον, ἐσθῶμεν τοίνυν ἐπὶ θάκους καὶ προσδεξόμεθα.