Παιδὸς Βία

Τοιόνδε γεγονὸς τὸ πρὸ ὡς δυεῖν ἑβδομάδων προσπεσόν, ὃ ἔδοξε εἴπερ τι καὶ ἄλλο σαλεῦσαι τοὺς πάντας μεγέθει τῆς πράξεως, οὐ βουλόμενοι ἐλλείποντές τι ἀναγράφειν καὶ λαβὴν δοῦναι κακῶς λέγειν τοῖς ἐπιβουλευομένοις, ἀνεμένομεν ἕως ἂν ἐπαρκούντως πεπληροφορημένοι ὦμεν περὶ ἑκάστου, οὐ μὴν τῆς κρίσεως τῆς δίκης ἢ τέλους, ὃ ἱκανὸν ποιεῖ ἐὰν ὡσεὶ ἀλαοὶ ὁρῶμεν ἀποβαῖνον. Ἀλλὰ ταῦτα ἑτέρῳ γένει γραφῆς προσήκει. Μαρκέλλα δὴ ι’ ἐτῶν οὖσα ἐξελθοῦσα ἀπὸ τοῦ φοιτητηρίου ἐν Θεσσαλονίκῃ ἑτέρου παιδὸς παραπέμποντος προσηγορεύθη ὑπὸ τριακοντατριαετοῦς πυῤῥῆς γυναικός, καὶ ὑπαντήσασα αὐτῇ ὡς συνήθει οὔσῃ τοῖς αὐτῆς οἰκείοις διεκλάπη. δύω δὲ ἡμέρα τεσσάρων δεούσα ὡρῶν παρ’ αὐτῇ ἄκουσα διαιτησαμένη ἀπελύθη εἴτε δι’ ἑαυτῆς εἴτε πρὸς τῆς ἁρπασάσης ἀφεθεῖσα, ὃ μᾶλλον ἔοικε γενέσθαι.

Πλαζομένη δὲ εὑρέθη καὶ ἔτι καὶ νῦν ἀεὶ πλείω προστίθεται τοῖς ἤδη ἐκπύστοις, ἐπιμειξίαι δὴ ἑταιρειῶν καὶ ἄλλων τινῶν ὀφθέντων εἰς τὴν οἰκίαν ἐν ᾗ ἦν τὸ παιδίoν εἰσιόντων, ὥστε ἐκστῆναι τὸ πρᾶγμα καὶ ἔτι ἀξιώτερον ἐπιστήσεως τῆς ἡμετέρας γενέσθαι. τί δὲ χρὴ λέγειν περὶ τὰ γιγνόμενα τὰ ἐν τῇ διακλοπῇ; αὐτὸ γὰρ τὸ παιδίον κατεῖπεν ὅτι ἀλείφοι μὲν αὐτὴν ἡ πυῤῥὴ ψιμυθίῳ, εἰκόνας δὲ γράφοι αὐτῆς ἐν τῷ τηλεφώνῳ. τὰ δὲ πολλῷ αἰσχίονα ἃ αὐτὴ ἡ ἁρπάσασα διωμολογεῖτο, ὅτι οἰνώσασα φαρμάκοις καὶ προσχρησαμένη βίᾳ εἰς αὐτὴν ἐν ὀπτικῷ ἔγραψεν τὸ πραττόμενον, πῶς οὐ ποιεῖ τὸν ἀκούοντα ναυτιᾶν; ἡμεῖς μέντοι οὔτε θαυμάζομεν ταύτης τῆς γυναικὸς ἀπολεξαμένης ἔπειτα τὰς πράξεις πλήν γε τὴν οἴνωσιν τῆς γραφῆς ἀπενεχθείσης, ὃ εἰκὸς καὶ προσεδοκᾶτο, οὐδὲ μὴν τοῦ ξυνηγόρου πάσῃ μηχανῇ καὶ τέχνῃ πειρωμένου ἔξω τοῦ πηλοῦ θεῖναι τὸν αὐτῆς πόδα. Ἀλλ’ εἰ ὃ πάλαι ἀπὸ πείρας καὶ ἀκοῆς γνωρίζομεν ἰδίας αὖθις γέγονε, τὸ τοιούτου γένους ἄνθρωπον τοῦ λεσβιῶντος, ἵνα μή τι κάκιον εἴπωμεν, ὀρέγεσθαι ἑκάστοτε τοῦ πλησιάσαι τῳ καὶ δὴ καὶ ἀνήλικι εἰς ὃ ἂν τοιάδε κατεργάζηται ξυνουσίας χάριν. ἄληθες, τί ἄλλο ἂν δέοι λέγειν; Μαρκέλλα μὲν ἐν δόμοις ἀσφαλείας καταχθεῖσα ἤδη ἐπανέρχεται οἴκοι, ἡ τλήμων οὐδὲ καμμύειν δυναμένη μὴ τὴν ὄψιν τῆς αἰσχίστης γυναικὸς βλέπουσα, ἡ δὲ γυνὴ ὑφέξει πάντῃ δίκην καὶ τὴν βραβείαν σπουδῇ πάντες μένομεν.

Η απάντηση στη χωματερή.

Για δες εδώ

Μπορεί να σε ενδιαφέρει

Είμαστε

ΠΑΝΤΟΥ