Ἐν Πετάλοις ὀχημάτων ἐμπλοκὴ

Τύχη μὲν δὴ παράδοξον

Ἔργον τι τόλμης πολλῆς ἔμπλεων γέγονεν ἐχθὲς πόῤῥω τῶν νυκτῶν ἐν Περάμοις. τρεῖς γὰρ Αἰγύπτιοι τὸ γένος ἅμαξαν ἀφελόμενοι καὶ ὑπὸ τῶν τοξοτῶν ἢ φυλάκων ἢ ὅ,τι φίλον αὐτοὺς καλεῖν ὑποτεμνόμενοι τὴν ὁδὸν μᾶλλον ἐπῆγον οὔ τοί γε τοῖς αὐτῶν σήμασιν ἐφιστάντες τὴν δίανοιαν. ἐκ τούτου δὴ ὡς εἰκὸς δίωξις ἐγένετο καρτερὰ τῶν μὲν κατατεινόντων ὡς τοὺς παραβαίνοντας λάβοιεν τῶν δ’ αὖ οὐχ ἧττον ἀνταυξόντων τὸν δρόμον καὶ μηδαμῶς ἀνιέντων ἕως οὗ γε λεωφορείῳ συντυχόντες τὴν δίοδον ἐγκλῄοντι αὐτούς τε εἰς τοὐπίσω ἀνέκρουον τὴν ἅμαξαν δείσαντες μὴ ἀκριβῶς ἀποληφθεῖεν, ὅπερ καὶ ἐγένετο.

ἤδη γὰρ ἐζεύχθη ἐξόπισθεν ἡ ὁδὸς ἀφ’ ἧς μάλιστα διανοοῖντο ἐκφυγεῖν δικύκλοις ὑπὸ τῶν τοξοτῶν πέντε κατὰ στοῖχον ξυντεθείσαις ἐπ’ αὐτὸ τοῦτο τὸ κωλύειν ἐκείνους τῆς ἐξόδου. ἔνθα δή, οἷα ἔθος συμβαίνειν ἀνθρώποις ἐκπεπληγμένοις καὶ τὴν σωτηρίαν χαλεπὴν ὁρῶσι, παραβόλῳ χρησάμενοι ὁρμῇ εἰς τοὺς τοξότας ἐμβάλλουσι τὰς δικύκλους ἀνατρέποντές τε σὺν τῇ ἁμάξῃ τὰ ὑπ’ αὐτὴν ἐφελκομένῃ καὶ αὐτοὺς τοὺς τοξότας τιτρώσκοντες (ἦσαν δὲ οἱ παθόντες ἑπτά). ὥστε ταχὺ μέγεθος τοῦ πράγματος προσλαβόντος περὶ σφίσι αὐτοῖς δεδιότες τοξόται βάλλουσι πρὸς τοὺς ἐφ’ ἑαυτοὺς ὀχουμένους, ὧν δὴ ὁ ἄγων βέλεσι διεληλαμένος πολλοῖς τὸ σῶμα τελευτᾷ «Ἄϊδι ψυχὰν προϊάπτων» ἵνα καθ’ Ὅμηρον εἴπωμεν, δικαίων ἀπολαύσας ἄθλων τῆς πράξεως ἧς μετασχὼν μόνος τῆς βουλῆς τοὺς φίλους προσαπώλεσεν.

ἐπισχεθείσης οὖν τῆς ἁμάξης τῶν ὀχουμένων ὁ μέν, ὡς εἴρηται, οἴχεται θανὼν ὁ δὲ κούφως τρωθεὶς ἐν νοσηλείῳ τέως θεραπεύεται ὅ τε τρίτος τύχῃ ἴσως εὐκαίρῳ χρώμενος ἔφθη διεκπεσὼν ὥστε ἔτι καὶ νῦν ἀναζητεῖσθαι. πολὺν τοίνυν λόγον παρασχόντος τοῦ γενομένου οὐκ ὀλίγοι τούς τε τοξότας εὖ λέγουσι ἐπ’ ἀνδραγαθίᾳ καὶ τοὺς κλέπτας ἐκείνους ἀξίους ὑπολαμβάνουσι τῶν ἰδίων παθῶν. εἰσὶ δὲ οἳ πρὸς τὴν ἡλικίαν ἀπιδόντες τοῦ ἀποθανόντος, ἦν δὲ ὡς φαίνεται περὶ τὰ εἴκοσι ἔτη, ἀδικίαν μεγίστην κατηγοροῦσι τῶν τοξοτῶν οἳ αὐτὸν βάλοιεν ὡς δὴ οὐκ ἀνθρωπικὰ ποιησάντων ἀλλὰ καὶ ὑπερβαλομένων τῇ βίᾳ τὸν αὐτοῖς ἐπιχειρήσαντα·ἀπολύεσθαι ὡς ἔοικε πειρώμενοι αὐτὸν τῆς αἰτίας διὰ τῆς ἡλικίας ὥσπερ προθεσμίαν οὖσαν τῶν ἀδικημάτων καὶ οὐ δυναμένων παιδίων καὶ ἀνήβων κακὰ ἐργάζεσθαι μέγιστα. “τί δέ”, φήσειεν ἄν τις, “ἄξια ἔδρασαν θανάτου;” πρὸς ὃν ἀποκριτέον “οὐ μὲν οὖν, ἀλλ’ οὐδ’ ἀνάξιά γε τοῦ μηδένα αὐτῶν ἐπιλαβέσθαι”.

καὶ γὰρ Λυσίας ὁ ῥήτωρ οὐκ ἀπείρως ἔχων εἰς ὅσον πρόεισι κακοῦ τῇ πόλει ἡ κατ’ ὀλίγον ἐπιτρεπομένη παρανομία ἐνθυμητέον φησὶ εἶναι «ὅτι εἰ ἐξέσται ὅ τι ἄν τις βούληται ποιεῖν, οὐδὲν ὄφελος νόμους κεῖσθαι ἢ ὑμᾶς συλλέγεθαι ἢ στρατηγοὺς αἱρεῖσθαι». καίτοι κάλλιστον μηδένα μήθ’ Ἕλληνα μήτε βάρβαρον μέλαν περιβαλέσθαι ἱμάτιον. ἀλλ’ ὅθεν ἐξέβημεν ἐπαναγάγωμεν τὸν λόγον τέλους γε δεόμενον. τύχη μὲν δὴ παράδοξον. διὸ ἐν πράξεσιν ἀτόποις καὶ θείας δεομέναις παραστάσεως τὸ ἐφ’ ἡμῖν κατασβεννύεσθαι προσήκει τὰς ἐπιβαλλομένας δυσεκβιάστων ἐλπίδας, ὅτι χρόνῳ βραχεῖ εὐμεταβόλως ἅπαντα ἐπ’ ἀμφότερα ῥέπει ὥσπερ ἀμέλει γράμματος ἑνὸς μόνου μετατεθέντος ῥᾳδίως τὸ θάῤῥος θράσος ἀποδείκνυται.

Η απάντηση στη χωματερή.

Για δες εδώ

Μπορεί να σε ενδιαφέρει

Είμαστε

ΠΑΝΤΟΥ