Στεφάνου τοῦ Χίου ἐπιβολὴ φόνου

Στέφανος ὁ Χῖος, περὶ οὗ ὅ τι τε ποιεῖ καὶ ἀναγράφει ἐν τῇ αὐτοῦ ἐφημερίδι ὡς ἤδη τοῖς πλείοσιν ἐγνωσμένα ἐάσομεν, πρῴην ὀλίγου ἀπέθανεν πρὸς δυοῖν, ὡς φαίνεται, ἀνδροῖν. περὶ μέσας οὖν νύκτας Στεφάνῳ ὡς εἴθισται αὐτῷ σκοπουμένῳ τὰ πέριξ τῆς ἁμάξης αὐτοῦ ὡς ἔχει φωτίζοντι προσῆλθέν τις προσωπίδα φορῶν ὁπλῳ πρὸς τὴν θύραν ἐφ’ ἧς ἐπέβη Στέφανος ἁμάξης καὶ ἐπυροβόλησεν αὐτὸν δὶς τῆς τε καρδίας καὶ τῆς κεφαλῆς στοχάζεσθαι βουλόμενος.

ὁ δὲ τὴν μὲν θύραν ἀνοίξας διέωσεν τὸν φονέα πλήξας, ἐξελθὼν δὲ ἐπεδίωκεν αὐτὸν ὡς οἷός τ’ ἦν καὶ πάλιν εἰς τὴν ἅμαξαν ὑπέστρεψεν προσπταίων ἐν τῇ ἀφόδῳ, ὡς ἔοικε, συνεχόμενος τοῖς τραύμασιν (διήλασαν γὰρ αἱ βολαὶ τὸν τράχηλον καὶ θώρακα)· ἡ δὲ γυνὴ ἀκούσασα βοῶντος αὐτοῦ συνέδραμε· εἰσῆλθεν μέντοι ἀφ’ ἑαυτοῦ εἰς τὸ ἐγγύτερον ἰατρεῖον θεραπευσόμενος. καὶ θείᾳ μοίρᾳ τινὶ ἀτεχνῶς Στέφανος περιεγένετο, εἰκάζεται γὰρ εἴτε ἀστοχήσας εἴτε βλαβέντος τοῦ ὅπλου μὴ δυνηθῆναι διαφθεῖραι τοῦτον ὁ φονεύς. ἔδοξε δὲ τῷ Χίῳ τὸν μὲν ἐπιχειρήσαντα αὐτῷ μελανοφορεῖν, ἄκραις δὲ ταῖς τῶν ὀμμάτων σφαίραις ἰδεῖν ἕτερόν τινα ξύνεργον τῷ ὁπλοφοροῦντι. Καὶ ὅλως μὲν ἔοικε ἐκ παρασκευῆς γενέσθαι τὸ ἐπιχείρημα, τὴν δὲ αἰτίαν δι’ ἣν ἐγένετο Στέφανος ἀναφέρει εἰς ἃ πολλάκις συγγράφει ἀνιῶντα τοὺς ἀναγινώσκοντας ἐν ταῖς ἐφημερίσι.

Διαμείψασθαι μέντοι ἀνίαν φόνου οὐκ ἀνδρὸς ἔτι ἀλλὰ θηρίου πρὸς τὴν ἐλαχίστην ὄχλησιν μόνως ἀποκρίνεσθαι εἰδότος. εἰσὶ δὲ οἳ πεποιημένα ταῦτα πάντα οἴονται εἶναι, τεκμήρια μὲν λαμβάνοντες τό τε ἀτάραχον ἐν τοσούτοις δεινοῖς καὶ τὸ δι’ ἑαυτοῦ πορεύεσθαι εἰς τοὺς ἰατροὺς τὸν Στέφανον, πρoσέτι δέ, ὃ ἱκανώτερον, ὅτι αὑτὸς εἰκοὺς ἀπέδειξεν ἐπιδεικνύμενός πως τὰ ἕλκη ἐν ὑποψίᾳ καταστὰς μὴ αὐτὸς καθ’ αὑτοῦ ὑφείη τὴν ἐνέδραν. εἰ δὲ αὖ τοῦτο πρὸς τοῦ Στεφάνου, ὁ βουλόμενος ἐπισκοπείτω. ἡμεῖς μὲν οὖν ἐπιμείνωμεν ἕως ἂν ἄλλο προσμάθωμεν τούτου πέρι, νεοχμὸν γὰρ καὶ πρόσφατον παντάπασι καὶ λύσεως μὴ τυχόν πω τὸ πρᾶγμα.

Η απάντηση στη χωματερή.

Για δες εδώ

Μπορεί να σε ενδιαφέρει

Είμαστε

ΠΑΝΤΟΥ