Χρυσῆς Αὐγῆς κατάγνωσις

Οὐ μακρὸς χρόνος ἐξῆλθεν ἀφ’ οὗ κολοσυρτὸς ῥυεὶς πολὺς ἐπὶ τοῦ Ἐφετείου διαμαρτυρόμενος καὶ βοῶν τῆς διακρίσεως γινομένης κατὰ τῶν προεστώτων ἐν τῇ ἑταιρείᾳ Χρυσῇ Αὐγῇ ἐδυσχέρανε μὲν πολλοὺς παρὰ τοὺς νόμους τοὺς περὶ τῆς νόσου συστάς, ὧν τὰ ἐχόμενα νῦν ὁρῶμεν ὀκτακοσίων τήμερον ἐπιλήπτων ἀπογραφέντων, οὐ πολλοῦ δὲ ἀπέσχεν τοῦ τὴν ῥοπὴν τρέψαι τῆς βραβείας. οἱ μὲν δὴ ἡγούμενοι ἤδη κατεγνώσθησαν εἱργμόν, Ἠλία καὶ Νικολάου παραδόντων ἑαυτούς, ἀλλ’ εἰσὶ οἳ ἀναδύονται τὴν κρίσιν, ἐφ’ οὓς παρήγγελται ἐλάσασι τοῖς τοξόταις αὐτίκα συλλαβεῖν, ὧν ἐστὶ Χρῆστος Παππᾶς διὰ τοῦ δικηγόρου φήσας «οὐ παραδίδομαι». αἰτιάζονται δὲ οὗτοι ὅτι ἐφεστᾶσιν ἑταιρείας ἀπὸ κακούργων καθισταμένης, ἑταιρικοὺς τοῦ Κ.Κ.Ε ἐπιβαλλομένης ἀποκτεῖναι, Αἰγύπτιον δὲ αὔτως, ὃ δὲ μέγιστον, Παύλου Φύσσα ἐπισπωμένης τὸν φόνον. καίτοι οὗτος κατεκόπη πρὸς ἀνθρώπου οὔτε μέγα οὔτε μικρὸν ἐξομιλοῦντος αὐτῇ. ὁμοίως δὲ τῷ τοῦ Χρήστου κομπασμῷ καὶ Νικόλαος Μιχαλολιᾶκος ᾄσας Σολωμοῦ ὑπεῖπεν τοῖς αὑτῷ ἐντυχοῦσιν ὡς μέγα φρονοίη ἐπὶ τῷ εἵργεσθαι διὰ τὰ αὐτοῦ νοήματα καὶ χάριν ὀφείλοι πολλὴν πᾶσι τοῖς αὑτῷ παραγιγνομένοις διὰ τῶν ἐτῶν. οὐ μὴν ἐπάρσει προσήκει τὸ τοιόνδε, ἀλλ’ ἀρχὴν θλίψεως ἐνδίδωσι τῷ διαλογιζομένῳ ὡς ῥᾷον κατέστη ἢ πρότερον προστρίβεσθαι τὸν ἐπιβουλεύοντα ὅ,τιπερ ἂν βούληται τῷ τὰ ἐναντία αὑτῷ ᾑρημένῳ, παράδειγμα ἔχοντα ἐνδείξασθαι τὰ νῦν καθ’ ἡμᾶς πρασσόμενα. ἔτι δὲ δήπου χαρίζεσθαι ἔοικε ἡ κρίσις τοῖς πολλοῖς συνεῤῥυηκόσιν, ὡς παρειλήφαμεν, καὶ εἰς μείζους βλάβας δυναμένοις ἐνεγκεῖν τὴν ὑπόθεσιν ἑτέρως ἢ βούλονται ἐκβαινομένην. καὶ γὰρ ὅλως ὁ ὄχλος μέγα τιμᾷ τὸ μὴ καταφρονεῖσθαι, ὁ τοιοῦτος δὲ ὁ ἐξ εὐωνύμων, ἵνα ὑποκοριζόμενοι εἴπωμεν ἄλλῳ ἐπαχθεστέρῳ ὀνόματι μὴ χρησάμενοι, ὑπεκκαυμάτων δεῖται μικρῶν ὥστε ἄρξασθαι λείαν ἐλαύνεσθαι καὶ ἀγορὰς συντρίβειν τε καὶ ὑάλους καταβάλλειν. ἦν τοίνυν δι’ ἐνίων εἰκόνων ὁρᾶν καὶ τὸν ἄρτι καταβάντα πολλὰ παρεντείναντα ἀπὸ τῶν Ἀμερικανῶν, σημεῖα κιναίδων διαραμένον καὶ ἔστιν ἃ ὑπὲρ τῶν αἰθιόπων ἐπιγράμματα.


Δεῖ δὲ τὴν ἀδικίαν τιμητέον εἶναι πολλοῦ, μὴ παρορωμένους ὡς φαῦλόν τι τὴν δίκην, διὸ καὶ μνηστέον Φουνδούλου τε καὶ Καπελώνου, ὧν οὐδεὶς λόγος, καίπερ οὐχ ἧττον ἀνθρώπων ὄντων ἢ Παύλου, ἀλλ’ ἔοικεν τοῦ λοιποῦ ἀναμετρεῖσθαι τοὺς ἄνδρας ἐκ τῶν νοημάτων καὶ τοῦ «εἰ ταὐτὰ ἡμῖν φρονοῦσι, εἰ δὲ μή, ἔκβλητοι καὶ ἐν οὐδενὶ μοίρᾳ θετέοι οὐδ’ ἀποθανόντες». οὐκ ὀλίγοι δὲ ἐν στόματι ἔχουσι τὴν μητέρα τοῦ Παύλου, ἣ καταγνωσθέντων τῶν ἀνδρῶν καταβαλοῦσα ἑαυτὴν εἰς δάκρυα ἐξηνέχθη ὑπὸ χαρᾶς τῶν ἐπιτηδείων περιπτυσσόντων καὶ συμπασχόντων. οὐ μὴν ἀλλ’ αὖθις ἐπίτηδες ἔδοξε τὰ μὲν ἐπικλῶντα καὶ κινοῦντα ἀποδεικνύναι καὶ ἀνάγειν, τὸ δὲ ὄντως ἀξιάγαστον καὶ ἀνδρεῖον παρελθεῖν· τί γὰρ ἀνοίκειον τὸ ἐκρῆξαι κλαυθμὸν δίκην δόντων τῶν λόγῳ κατακανόντων τὸ βλάστημα; ὅμως ὁ πατὴρ λαμπρότατος ἐφάνη ἐν τῷ πάθει, οὐ προϊέμενος τὸ ἥσυχον παρὰ τοσαύτην συμφοράν, ἀλλὰ πρὸς τῷ ἀφελεῖ καὶ τὸ φιλόπατρι διασώσας ὡς ἐν τοῖς ἐκείνου οἷόν τ’ ἐστὶ εἰκόσιν ἰδεῖν.

Η απάντηση στη χωματερή.

Για δες εδώ

Μπορεί να σε ενδιαφέρει

Είμαστε

ΠΑΝΤΟΥ