Τὰ τῆς νόσου νεώτερα προσπίπτοντα

ἐπειδὴ ὥρα θέρους σχεδὸν ἕνα μῆνα τουτὶ ἐξῆλθεν, κρύους δὲ καὶ ὑετοῦ ἃ φιλεῖ τῇ νῦν ὥρᾳ οὐκέτι καταλαβόντων ἐν τοῖς πλείοσι τῆς χώρας, ἀντιληπτέον δ’ αὖ ἔδοξε καίτοι εὖ οἶδ’ ὅτι φορτικὸν πολλοῖς, τῆς περιβοήτου νόσου ἡμῖν κατὰ τήνδε γραφήν, πρότερον Ἀπριλίῳ ἀνενηνεγμένης. φαίνεται οὖν Ἑλλὰς τὴν ἐν ἔαρι εὐδοκιμίαν τὴν περὶ τῆς νόσου ἀποβαλοῦσα καθ’ ἑκάστην ἀμφὶ τοὺς διακοσίους ἐπιλήπτων αὐτῇ ἀποδεικνυμένων, Ἀττικῆς μὲν τὰ πλέω πασχούσης, ὡς εἰκός γε, Θεσσαλονίκη δὲ καίπερ οὐχ ἧττον ἐκείνης πολυπληθὴς οὖσα μέχρι νῦν γε ἔοικε ἐν ἀσφαλείᾳ βαδίζειν ὀλίγων ἐκεῖ νοσούντων τὸ καθ’ ἡμέραν ἐπιφαινομένων.

Ἀλλὰ καὶ οἱ ἐν τέλει βεβῶτες κατατείναντες καινοὺς νόμους ἤδη προσέθεσαν τοῖς παλαιοῖς οὔτε μέγα οὔτε μικρὸν παραμελουμένοις· ἄγειν μὲν γὰρ εἰς τὰ πωλητήρια ἔνδον ἄνευ προσωπείου παντελῶς ἀπείρηται, ἢ ἐπιβολὴ ἐπιτεθήσεται, αὐτὰ δὲ πλὴν ἀρτοπωλείων μετὰ τὴν δεκάτην ὀγδόην ὥραν νόμῳ οὐκ ἐργάζονται. ὁποίποτε τοίνυν εἴτε ἐπ’ ἐργασίᾳ εἴτε ἐπὶ διδαχῇ, τὰ γὰρ διδασκαλεῖα τῆς αὐτῆς μοίρας ἔτυχον, ἂν ἐννοήσῃ τις ἰέναι, δεῖ πρῶτον προσωπεῖον τῆς ὄψεως προΐσχεσθαι ὅπως τὴν ζημίαν ἐκφύγῃ, οὐ σμικρὰν οὖσαν τῶν ἑκατὸν πεντήκοντα εὐρώ. καὶ λέγεται πάλιν ἐκείνην τὴν κλῇσιν ἀνενεγκεῖν βουλεύεσθαι τοὺς ἄρχοντας πρὸς τοὺς πολίτας τὴν πάνυ ἀπεχθανομένην, ἵνα καθειργμένοι ὥσπερ βοσκήματα μὴ ἀναπιμπλώμεθα τῆς φθορᾶς, ἀλλὰ ταῦτα ἴσως ἔτι ἄδηλα, τὸ δὲ γενησόμενον ἄρτι πάντες εἰσόμεθα.

Η απάντηση στη χωματερή.

Για δες εδώ

Μπορεί να σε ενδιαφέρει

Είμαστε

ΠΑΝΤΟΥ