Ἐν Ἁγίῳ Παντελεήμονι βιασμὸς

📷 Unsplash/Nikko Macaspac

Προστρόπαιον αὖθις νεώτερον γέγονε τῶν ἄγαν μισητῶν. ὅλως γὰρ ἔοικε τανῦν ὑπερπίπμπλασθαι Ἑλλὰς μιερῶν τε φόνων καὶ δόλῳ διαπεπραγμένων βιασμῶν, ὥστε ἀνάγκη περὶ τούτων γε ἡμᾶς διεξιέναι καὶ ἐφιστάναι τὸν νοῦν ἄλλοις ὀφειλόμενον ἀγαθοῖς, οἷον οἷς διάνοια ἡμῶν τρέφεται καὶ οὐχὶ μεθ’ ὧν καταληπτικαῖς κατατρύχεται φαντασίαις δυσσεβῶν καὶ ἐπαχθῶν πραγμάτων. ὥσπερ γὰρ ὀφθαλμὸς τῷ εὔχρῳ ἥδεται, οὕτω δ’ αὖ προσακτέον τῷ νῷ τὰ αὐτῷ προσήκοντα, ἐν οἷς μᾶλλον μιμηταὶ τοῦ καλοῦ γενησόμεθα. ἀλλὰ μέχρι μὲν τούτων ἱκανῶς (ἁρμόζει γὰρ ταῦτα ἄλλῳ γραφῆς γένει) τὸν δὲ ἐν Ἁγίῳ Παντελεήμονι βιασμὸν οὐκ ἄξιον ἔδοξεν παρελθεῖν. ἐχθὲς γὰρ τρεῖς τινες Πακιστανοὶ τὸ γένος γυναῖκα πρὸς Ὁμόνοιαν περιπατοῦσαν ὅπως τι τῶν ἰδίων χρηματίσειεν μετ’ ἀπάτης ἐβιάσαντο. εἷς γὰρ αὐτῶν, ὡς ἔοικε, ὑπάγων ταύτην εἰς πλατεῖαν βίᾳ ἐχρήσατο πρὸς αὐτήν, εἶτα δὲ ἐπιφανέντων τῶν ἄλλων ἐφ’ ἁμάξης κομισθεῖσα ἐν οἰκίσκῳ εὐκαταφρονήτῳ τὴν ὄψιν παρὰ τὴν τοῦ Ἀριστομένους ὁδὸν πάλιν ἐπειράθη τῆς βίας. εἰσὶν δὲ οἱ βιασάμενοι ἐτῶν ιθ’ καὶ κα’ καὶ κζ’ , πρὸς οἷς γε καὶ ἕτερος ἐφάνη ἄρτι «ξυμφυτεύσας τοὐπίκλημα» Ἀφγανὸς οὐ θιγὼν τοῦ σώματος ἀλλὰ κατάσκοπος πρὸς τῶν ἄλλων ἑτοιμασθεὶς ἵνα μὴ φωραθεῖεν. ὤφελέν γε ἄχρι τοῦδε ἐλθεῖν ἡ αὐτῶν μανία, οὐ μὴν ἀλλ’ ὅπως «κακοῖς κακὰ προσάψει τοῖς πάλαι» οὐδὲ αὐτῆς ἐφείσαντο ἐπιφόρου οὔσης, κυεῖ γὰρ τρίτον μῆνα τουτὶ ἐν γαστρὶ βρέφος. ὥστε τάχα τις ἂν ἀπορήσειεν τίνι ὄμματι ἀποβλέψει ἡ γυνὴ εἰς τὸ γεννηθὲν τοιούτων κακῶν ἀμφοῖν συμβεβηκότων. ἀλλὰ καὶ κατὰ δίανοιαν πάσχειν λέγεται τάλαινα αὕτη, ὃ ἴσως χωρὶς τοῦ ἀφελῆ εἶναι καὶ πειθήνιον ἐποίει ἂν τὴν γυναῖκα ἄλλως παραλλάττουσαν ᾡτινιοῦν ἐντύχοι. τὰ δὲ ἐκ τούτων οὐχ ἧττον καλῶς ἔχει σκοπεῖν· οὐδὲν γὰρ δὴ θαῦμα εἰ μήθ’ αἱ ἐπὶ σμικροῖς φάσκουσαι βίᾳ κατασχεθῆναι μηδὲ οἱ τὰ τῶν γυναικῶν φρονοῦντες καὶ αὐτὰς καθ’ ὅλου αὔξειν ἐπιχειροῦντες πρὸς τὴν τοῖς ἀνδράσιν ἐξίσωσιν παρ’ οὐδὲν ἄξουσι τὸ γενόμενον. τούτου γε μὴν οὐδὲν ἀλλ’ ἢ τὸ τῶν δρασάντων φῦλον αἴτιον οὐχ ἱκανὸν ὂν αὐτοῖς προΐεσθαι περὶ βίας λόγους μὴ οὐ ὑφ’ Ἑλλήνων ταύτης διειργασμένης. οὐ γὰρ τὸ ταῖς γυναιξὶ συμφέρον ὅσον τὴν τῆς πατρίδος ἐξουθένωσιν μαστεύουσιν, ἀλόγοις καὶ κατηναγκασμέναις αἰτίαις ἀεὶ ταύτην βουλόμενοι ἔνοχον οὖσαν πρὸς τὰ ἄλλα ἔθνη φαίνεσθαι. τοὺς γοῦν συμπράκτορας τοῦ ἔργου πάντας πλὴν ἑνὸς πρωΐας ὑποφαινούσης τοξόται ἀπῆγον, ἐν δὲ τῷ οἰκίσκῳ ἱματισμός τις τῶν ἐντὸς εἱμάτων ἀνηυρέθη στοιχεῖα τε τῆς γενικῆς τῆς γυναικὸς ὕλης προσμαρτυροῦντα τὴν πρᾶξιν.

Η απάντηση στη χωματερή.

Για δες εδώ

Μπορεί να σε ενδιαφέρει

Είμαστε

ΠΑΝΤΟΥ