Ἐπί τι τῶν γελοιοτέρων τρεπτέον τὸν νοῦν, καίτοι οὐδὲν ἧττον ἄξια προσέξεως τὰ τοιαῦτα ἡγούμεθα εἶναι· καὶ γὰρ Ξενοφῶν ὁ σοφὸς ὀρθῶς λέγων ἔφη οὐ μόνον τὰ μετὰ σπουδῆς πραττόμενα ἀξιομνημόνευτα εἶναι, ἀλλὰ καὶ τὰ ἐν ταῖς παιδιαῖς. οὐδὲν τοίνυν ἕτερον ἔξω τοῦ πράγματος εἰπόντες εὐθὺς εἰς τὸ διεξιέναι ἐπαγάγωμεν τὸν λόγον μικρὰ ἄττα περὶ τῆς ὑποθέσεως διδάξαντες τοὺς ἀναγινώσκοντας. Παῦλος μὲν οὖν Πικᾶσος ὅστις εἴη οὐδὲν δεῖ εἰπεῖν, ἴστε γὰρ δήπου. οὗτος οὖν δημόσιος ὢν τότε γραφεὺς πολλάς τε ἄλλας γραφὰς ἔγραψεν καὶ οὕτως ἐλλόγιμος ἐγένετο ὥστε ἔτι καὶ νῦν πολλὰς αὐτῶν πιπρασκομένας ἔστιν ὁρᾶν πολλῶν χρημάτων ἀποκηρυσσομένας ἐν ταῖς ὠναῖς. καὶ τούτων μίαν γράψας ἀνέθηκε τοῖς Ἕλλησιν τῶν εἰργασμένων αὐτοῖς ἕνεκα παρὰ τὸν δεύτερον παγκόσμιον πόλεμον. διὸ καὶ «τῷ ἑλληνικῷ λεῷ» ἐπιγράφεται. (φαίνεταί γε μὴν ἐν αὐτῇ κόρη τις ἧς, ὡς λέγεται, ὑπεκαίετο αὐτὸς Παῦλος). ταύτην δὲ τὴν γραφὴν ἐννέα μῆνας τουτουσὶ ἐκκλαπεῖσαν ἄρτι ἀπέλαβον οἱ ἐπὶ τούτῳ ὄντες. καὶ ἐν ᾧ γε ἐπεδείκνυντο αὐτὴν πᾶσιν ἀναφαινομένην αὖθις καὶ σῳζομένην, ὥσπερ δὴ καὶ ἐν ὀπτικῷ δυνάμεθα ἰδεῖν, ὁ πίναξ ὁ τὴν γραφὴν περιέχων ἐξώλισθεν τῆς ἕδρας ἐφ’ ἧς εἱστήκει μάλα ὀλιγώρως κείμενος. ἐκπεσὼν δὲ μόλις ἀνεστάθη ὑπό του τῶν ἐκεῖ παρεστώτων, ὃς οὐδὲ ὀλίγου ἐδέησεν ἐξέβαλεν πάλιν τῶν χειρῶν. τοῦτο μὴν ὡς εἰκὸς πολλὴν διατριβὴν παρέσχε τοῖς ἐν διαδικτύῳ οὖσι λοιδορεῖσθαι, τοῦτο μὲν ὡς περὶ οὐδενὸς ποιοῦνται Ἕλληνες τῶν τιμίων ἐπιμελεῖσθαι, τοῦτο δὲ ὡς καὶ γέλωτα προσοφλισκάνομεν παρὰ τοῖς ξένοις ὁρῶσιν ἡμᾶς ἀτημελοῦντας. οἷς δὴ οὐ ξυμφερόμεθα, οὐ γὰρ ταύτην ἡγητέον συμφορὰν τοσαύτην ἐφ’ ᾗ δικαίως ἄν τις πολλὴν κατασκεδάσειεν Ἑλλήνων ἑωλοκρασίαν ὅπου γε ἔστι ἄλλα γινόμενα ὧν μὲν οὐδεὶς λόγος, μᾶλλον δὲ ἄξια κατηγορίας τυγχάνει ὄντα. εἰσὶ δὲ οἵτινες εἰς αὐτὴν τὴν γραφὴν ἔσκωπτον, λέγοντες ὡς κάλλιον ἂν αὐτῇ εἶχεν εἰ ἀφείθη πεσεῖν καὶ διαῤῥαγῆναι εἴς τε τὸ ἀσχημάτιστον τῆς γραφῆς δῆλον ὅτι ἀπερειδόμενοι τὴν τοῦ σκώμματος ὑπόνοιαν καὶ ὅλως ἄμορφον, ἃ ἀπεργάζεται ἁπλῆ τινα καὶ ἀκαλλῆ ὄψιν.
- Απο: The Crew
Γραφῆς πτῶμα
Τώρα Μιλάς εσύ
Η απάντηση στη χωματερή.
Για δες εδώ
Μπορεί να σε ενδιαφέρει
Τέχνη ή Παραποίηση;
12 Ιανουαρίου, 2024
Όταν στόχος δεν είναι η δημιουργία αλλά η πρόκληση
Ακτιβιστές έριξαν σούπα σε πίνακα του Van Gogh για “να σωθεί ο πλανήτης” [ΒΙΝΤΕΟ]
14 Οκτωβρίου, 2022
Θύμα ανεκτίμητης αξίας πίνακας του 1888
Οι φοιτητές του Imperial College λένε “ίου” στην ανέγερση φαλλικού αγάλματος στην πανεπιστημιούπολη
4 Αυγούστου, 2022
Πρόκειται για έργο του Άντονι Γκόρμλι