Ἐν Θεσσαλονίκῃ ἐπὶ ἀθλητῶν μερίδι φόνος

οὐδὲν πέρας δοκεῖ εἶναι τῶν καθ’ ἡμέραν λυπηρῶν πράξεων κατὰ τὰς πόλεις ἐπὶ σμικροῖς μέγεθος λαμβανουσῶν καὶ ἐς ἀνήκεστα ἡκουσῶν. περὶ μέσας γὰρ νύκτας ἐπὶ δυεῖν ὀχημάτοιν προϊόντες τινὲς ἀμφὶ τοὺς δυοκαίδεκα παρετήρουν τρεῖς βαδίζοντας ἐν τῇ Χαριλάου καλουμένῃ συνοικίᾳ καὶ ἀναπυθόμενοι αὐτῶν τίνι προσνέμονται σφᾶς αὐτοὺς ἀθλητῶν μερίδι ὡς “τῷ Ἄρει” ἠμείφθη εὐθὺς ἐξελθόντες δρεπάνοις τε καὶ μαχαίραις τύπτουσι αὐτούς, μάλιστα δὲ αὐτῶν τὸν προεστηκότα καὶ ὡς ἔοικε τῷ ἐρωτηθέντι ἀποκρινάμενον ἐννεακαιδεκαετῆ μὲν ὄντα μόλις δὲ εἰς τοὺς ἄνδρας τελοῦντα· οὗ κατενεγκών τις τῶν τυπτόντων τὴν μάχαιραν σφόδρα διήλασε αὐτοῦ τὸν μηρὸν πολλάκις ὥστε πολλοῦ μὲν δὴ τοῦ αἵματος ἅμα καὶ ἀθρόου χύδην ἐκρυέντος ἀπὸ τοῦ τραύματος μετήλλαχε ὁ δύστηνος τοῦ βίου. ἐστὶ δὲ αὐτὸν ὁ διαχρησάμενος Ἀλβανός τις τὸ γένος ἐτῶν τριῶν καὶ εἴκοσι μάλιστα, ὃς ὡς ἠγγέλθη ἐλήφθη ὑπὸ τῶν τοξοτῶν καὶ παρ’ εὐθὺς ἤχθη. οἱ δὲ ἄλλοι καίπερ οὐχ ἧττον ὑπὸ τῶν φονέων ἐκείνων συγκοπτόμενοι ὅμως ἀντέσχον καὶ ἔξω τοῦ κινδύνου ἤδη ὑπάρχουσιν. τούτου οὖν γενομένου τοξόται πάσας ὁδοὺς ἐπιδραμόντες ὡς τοὺς δράσαντας ταῦτα συλλάβοιεν ἄρτι τινὰς οὓς καὶ πρότερον δι’ ὑποψίας εἶχον ἦγον εἰς τὰ δεσμωτήρια. ταῦτα διεξελθοῦσιν ἡμῖν οὐκ ἄκαιρον δόξειεν ἂν εἶναι τὸ οὗ ἕνεκα ταῦτα ἐπράχθη σκοπεῖσθαι. τὸ ἄρα ἐφ’ ᾧ πάνυ φαῦλον ὂν καθαρῶς ὁρῶμεν· τῷ γὰρ θηρίου διαφέρουσιν οἵτινες πρὸς φθεγγομένας φωνὰς ἄλλως μηδενὸς ἀξίας οὔσας οὕτω προάγονται εἰς τὸ ἀδικεῖν; καὶ γὰρ πολλὰ τῶν ζῴων εἴτε λυπούμενα εἴτε ταραττόμενα πρὸς τοὺς ἐξαπίνης θορύβους ἔθος τοῖς πλησίον ἐπιφέρεσθαι ἔχει. ἀλλὰ φέρε δὴ δώσομεν αὐτοῖς τὸ πάσχειν πρὸς τὰς ἐναντίας αὐτοῖς τῶν ἀθλητῶν μερίδας καὶ γὰρ τοῦτο ἀνθρωπικόν πως ἔοικεν εἶναι· τί δέ, οὐχ οἷοί τ’ ἐισὶ τῷ λογισμῷ τὸ πάθος παρακατασχόντες μὴ προσβάλλειν τοῖς ἐπιτυχοῦσι ἀλλὰ ἡσυχίαν ἄγειν ἐᾶν;

ἐπειδὴ τί ἂν ἐποίησαν εἰ μηδὲν πρὸς τὸ ἔπος ἔχον διημείβετο δύσμοιρος οὗτος; ἀλλὰ τυχὸν σοφὸν δόξει τὸ λεγόμενον τοὺς πονηροὺς μόνον προφάσεως καὶ οἱασδηποτοῦν δεῖσθαι. ἀλλὰ ταῦτα ἀφέντες πάλιν τὸ οὗ ἕνεκα διαληπτέον. τί οὖν πλέον ἔσχον τοῦτον διεργασάμενοι; μῶν πλείους ζῆλον λήψονται τοῦ αὐτοῖς ἀκολουθεῖν; μὴ γένοιτο. ἀλλὰ καὶ αὐτὴ ἡ θεωρία ἡ τοῦ ἐπισκύρου ἀνώφελός τις φαίνεται οὖσα ὁπότε τοὺς ἐπὶ τῇ προσεδρείᾳ ταύτῃ σχολάζοντας ὁρῶμεν πολλάκις λευκοὺς μὲν ὄντας αὐτοὺς καὶ ἁπαλούς τινας τὰ σώματα οἷα δὴ μηδὲν μετέχοντας τοῦ ἀγῶνος τοῖς ὑπ’ αὐτῶν θεωρουμένοις ἀθληταῖς. ἀλλὰ φήσειεν ἄν τις “αὐτὴ καθ’ ἑαυτὴν ἡ θεωρία τῶν ἀθλημάτων καλὸν ὡς ἐπὶ καλῶν οὖσα ὥσπερ ἡ ἐπὶ τῶν ὄντων, πρὸς ὃν ἀποκριτέον “οὐδαμῶς ὦ μακάριε ἀλλ’ ἐκείνη πολλῷ καλλίων ὅσῳ αὕτη μὲν χρημάτων χρείαν ἔχει καὶ ὀργάνων καὶ τόπων, δεῖ γάρ που καί τῳ τὰ ἀθλήματα θεωρεῖν, ἐκείνη δὲ οὐδὲν προσδεῖται τούτων ὅπου γάρ τις ἂν θῇ τῆς οἰκουμένης τὴν διάνοιαν, ὁμοίως πανταχόθεν ὥσπερ παρούσης ἅπτεται τῆς ἀληθείας.

Η απάντηση στη χωματερή.

Για δες εδώ

Μπορεί να σε ενδιαφέρει

Είμαστε

ΠΑΝΤΟΥ