Ἐν Τήνῳ γείτονος σφαγή

Πρίν γε ὑφαίνειν τὸν λόγον ἀρξώμεθα οὐδὲν ἄλλο προεροῦμεν ἢ ὡς παραιτητέον ἐστὶ τοὺς ἐντυγχάνοντας μὴ χαλεπαίνειν ἐπὶ τῷ μὴ τὰ ἐπιπολάζοντα διεξιέναι ἐν τοῖς λόγοις οἷον τὸν νῦν ἐπ’ Οὐκρανίας ἐνεστῶτα πόλεμον· ἤδη γὰρ δήλην κατεστήσαμεν τὴν περιβολὴν τῶν γραφομένων μὴ ἐπὶ τὰ πανταχόσε τῆς οἰκουμένης νεώτερα ἀναφέρουσαν ἀλλὰ τὰ ἀεὶ ἀν’ Ἑλλάδα προσπίπτονα ἐπεθέμεθα ἀναγράφειν ὡς οἷον τ’ ἦν μάλιστα ἑλληνιστί. ἔτι δὲ οὐκ ἀξιοῦσιν ἡμῖν εἰς βρεφῶν φόνους ἀναλίσκειν, ἄλλως δήλου ὄντος ὡς οἱ πάντες προβάλλονται τὰ τοιᾶυτα, τὴν γραφὴν (ὡς οὐδεὶς ἔστιν ὅστις οὐ καὶ τυχὸν ἀκηκοὼς λόγον τινὸς περὶ αὐτοῦ ἢ αὐτὸ τοῦτό γε τὸ πρᾶγμα τυγχάνει) μηδὲ τοῦτο εἰς φιλοτιμίαν ἄκαιρον τεθείη. ἀναλεξάμενοι γὰρ ἕκαστα τῶν μελλόντων γραφῆς τεύξεσθαι ὅπως ἅμα τῷ ἱστορεῖν τὰ γινόμενα καὶ μέγεθός τι τῆς λέξεως ἧς πλεῖστον ἐπεστράμμεθα ἀναφανείη πρόνοιαν ποιούμεθα. τέλος δὲ ἵνα περάνωμεν τὸ προαύλειον καὶ μὴ πλέον τοῦ δέοντος τὸν χρόνον παράγωμεν, μηδεὶς ἡμᾶς κακιζέτω τὰ κακὰ προαιρουμένους ὡς ἐπὶ τὸ πολὺ ἱστορεῖν· οὐ γὰρ πρὸς ἔκπληξιν ἢ ὥστε τούτοις ἐπιτραγῳδεῖν ἀνύπαρκτόν τινα ὠμότητα τοῦτο ποιοῦμεν, αἰσχρόν γε μὴν ἂν ἦν. ἀλλὰ διὰ τῶν κακῶς κεχρημένων τοῖς ἄλλοις ῥᾴονα νομίζοντες ἔσεσθαι τὴν τῶν ἀλλοτρίων διάκρισιν, οὕτως οἰόμεθα ἂν τὸ βέλτιον προφρονέστερον ἀναλαβεῖν, εἰ μηδὲ τῶν μομφῆς οὐκ ἀμοιρούντων ἀνιστορήτως ἔχοιμεν. ἀλλ’ ἐπὶ τὸ προκείμενον ἰτητέον. ἐν Τήνῳ γὰρ ἀνὴρ πεντήκοντα ἔτεα οὐχ ὑπερβαλὼν ἀνακόπτων τὴν αὑτοῦ ἅμαξαν πρὸ τοῦ οἰκήματος διὰ λοιδορίας ἦλθεν τῷ γείτονι πάλαι προφάσεως δεομένῳ ἐπ’ αὐτόν. εἶχον γὰρ ὡς ἔοικε ἐχθρικῶς πρὸς σφᾶς αὐτοὺς βοῶντές τε καὶ ἀλλήλων ἐφ’ οἱῳδηποτοῦν καθαπτόμενοι, οὐ μὴν ἀλλὰ τὸ λεγόμενον ὡς σίφων τις ἀφ’ ἡλίου ζέων τὸ ὕδωρ αἴτιον κατέστη τοῦ εἰς ἀνήκεστα μεταχθῆναι τὸ πρᾶγμα ψεῦδός ἐστι ὡς συγγενεῖ τῳ τοῦ παθόντος ὡμολόγηται.

ἤδη γὰρ ἐκεῖνος ὁ γείτων καὶ προήκων τῇ ἡλικίᾳ, ἐστὶ γὰρ ἐνενήκοντα καὶ τρία ἔτη γεγονώς, ἐκκαυθεὶς ὑπ’ ὀργῆς ἀνέστρεψεν καὶ ὄργανον ὀξυβελὲς σὺν αὑτῷ λαβὼν βάλλει κατ’ αὐτοῦ ἐναντίον ἢ τὸ ἡσιόδειον “λαθιφθόγγοιο θανάτου δοτῆρας ὀιστοὺς” ἀνιείς. ὁ δὲ οὐδ’ ἐξελθεῖν τῆς ἁμάξης φθάσας ἀποθνῄσκει ἀναξίως διεληλαμένος. εὐθὺς δὲ τῶν τοξοτῶν παραγενομένων ἀπάγεται ὁ μηκέτι καθαρὰς ἔχων τὰς χεῖρας γέρων ὃς εἴπερ τι καὶ ἄλλο μαρτυρεῖ τῇ παλαιᾷ φήμῃ ὡς τὸ γῆρας δυσκόλους ἀπεργάζεται τοὺς ἀνθρώπους καίτοι ἄν τις προσδοκήσειε εἰ μηδέν τι ἄλλο ἀλλὰ γοῦν τὸν χρόνον προσθήσειν τῷ γήρᾳ τὴν ἐπιστήμην ὡς ἀλύμαντον τὸν νοῦν αὐτῷ ὄντα. οὐ μὴν τοῦτο γε ἐφάνη ἐπὶ ἐκείνου ὅστις δύσερίς τις φύσει δοκῶν εἶναι καὶ μανικὸν πνέων φαίνεται· καὶ δὴ πρότερον ὥς φασι προσκροῦσαι λέγεται τῷ δειλαίῳ ἁγιογράφῳ, τοῦτο γὰρ ἐπηγγέλλετο ὁ ἡμῖν ὁμώνυμος, πάντῃ λυπούμενος πανταχῶς ὥστε καὶ ὑπὸ παίδων ἠνωχλῆσθαι ἀπὸ τῶν διδακτηρίων γιγνομένων καὶ σχολὰς ἀγόντων καὶ τούτων γὰρ τὰς φωνὰς προσίστασθαι ἑαυτῷ ἐνόμιζε. οὕτω δ’ οὖν κακόηθες ἔχων φρόνημα οὐδὲ τοῦ δικάζεσθαι ἀπείχετο τῷ γείτονι τὸ πρῶτόν γε ὑπ’ αὐτὸν ἐν τῇ κάτῳ χώρᾳ ὑστάτου τοῦ οἰκήματος μετοικισάμενος· κατηγόρει τοτὲ μὲν αὐτοῦ ὡς φάρμακα ἐσβεβλήκοι ἐς τὸ αὑτοῦ φρέαρ, τοτὲ δ’ αὖ ὡς αὐτογνωμόνως κεραίαν ἐμπηγνύοι ἐπὶ τέγους. ὅλως μὲν οὖν ταραχωδῶς ἔχων πάντα ἐνεπίπλη χαλεπότητος αὐτὸς πράγματα παρέχων. ἤδη δέ ποτε ἦρξεν χείρων ἀδίκων καταφέρων βακτηρίαν. τὰς δὲ λήξεις αὐτοῦ ὡς εἰκὸς παρ’ οὐδὲν οἱ δεξάμενοι ἄγοντες εἰς τὸ ἀρχεῖον ἀπέθεσαν. καὶ τοῦτο τελευταῖον δράσας ἄξια τὰ ἐπίχειρα τῶν πεπραγμένων ἔλαβεν. λοιπὸν μέντοι ἡμῖν τῷ μὲν τελευτήσαντι εὔχεσθαι μετάστασιν καλὴν τοῖς δὲ αὐτοῦ συνήθεσί τε καὶ ἐπιτηδείοις ὡς δυνάμεως ἔχουσι ἐγκαρτερῆσαι τῷ πάθει ἐλαφρῶς φέροντας αὐτό.

Η απάντηση στη χωματερή.

Για δες εδώ

Μπορεί να σε ενδιαφέρει

Είμαστε

ΠΑΝΤΟΥ