Οἴκοι κλῇσις

Αὖθις δεῖ περὶ ταύτην τὴν νόσον κορωνοϊὸν καλουμένην λέγειν, ἐν γὰρ Ἑλλάδι ἤδη διεσπαρμένης αὐτῆς ὑπὲρ τὸ δέον τοῖς τέλεσιν ἔδοξε μὲν πᾶσαν πορεῖάν τε καὶ ἀγωγὴν τοῖς πολίταις μὴ ποιεῖσθαι ἀπειπεῖν, εἰ δὲ ἀνάγκη πορεύεσθαι, ποιεῖν τοῦτο σημηναμένοις πρῶτον ἀπὸ κινητοῦ ὅ,τι καὶ ὅποι ἴοιεν. Καὶ τοῦτο μέντοι προλαβοῦσιν ἔοικεν ἁρχὴ ἐπιτάξασα πρὸς τἆλλα ἔθνη, Βόρις γὰρ ἐν Βρεττανίᾳ οὐδὲν μᾶλλον δυοῖν μάλιστα ἑπτάδοιν ἐξελθούσαιν κλῄσας ἔχει τὰ εἰς διδασκάλων τε καὶ πανδιδακτήρια, ἔνθα δὲ ὁμοίως ταὐτὰ ἔχουσι μέχρι τῶν ι’ Ἀπριλίου μὴ τεθέντος νέου νόμου. Λέγεται μήν γε ἡ οἴκοι ἥδε εἱρκτή, ὥς τινες τοῦτο προσαγορεύουσιν ἁμαρτανόντως ὡς δοκεῖν, ἕως θέρους που ταθῆναι τῆς νόσου ταύτης μὴ κατασταλείσης. Ἀλλὰ καὶ ἡ νῦν ἀρχὴ φανεῖται τῇ ἀλήθείᾳ ἀξίως ἐπαίνου τεύξουσα εἰ διαπράξειε τοὺς πολίτας ἐν ἀσφαλείᾳ διαγαγεῖν ἐπὶ ταύτην τὴν περιπέτειαν, καίτοι οὐκ ἐπ’ αὐτῇ μόνον ἔστι τοῦτο διεργάσασθαι, διὸ καὶ πειστέον ἅπασι ἡμῖν τοῖς νέοις τούτοισι νόμοις.

Η απάντηση στη χωματερή.

Για δες εδώ

Μπορεί να σε ενδιαφέρει

Είμαστε

ΠΑΝΤΟΥ