Ἀεροσκάφους κατάπτωσις

Είς Φιλίππους Καβάλας

πρῴην ἀεροσκάφος ἐπίκλην Ἀντῶνοφ ἀνήχθη ἀπὸ Σερβίας πρὸς τὸ Βαγλαδὲς ἐπιπετόμενον ἅμα μὲν φέρον πολλῶν μυριάδων ταλάντων εἰς τὸν πόλεμον ἐξάρτυσιν ἅμα δὲ ἐνέχον ἐν αὐτῷ ὀκτὼ ἀεροναύτας Οὐκρανοὺς τὸ γένος.

ἔμελλε δὲ πρὸ τοῦ προσσχεῖν τῷ Βαγλαδὲς δὶς ἐπιστήσεσθαι πρῶτον μὲν ἐπ’ Ἰορδανίας τὸ δὲ δεύτερον ἐν τῇ τῶν Ἀράβων χώρᾳ. οὐδὲν μέντοι θαυμαστὸν τὸν πλοῦν πρὸς ταῦτα τὰ κλίματα γίνεσθαι, φιλεῖ γὰρ ταῦτα τὰ ἔθνη ἐξωνεῖσθαι ἀρχαῖα ὅπλα παρὰ τοῦ ΝΑΤΟ ἐν τοῖς Σερβικοῖς τὸ χρειῶδες παρεσχημένα. οὐ μὴν εἵμαρτο τελέαν γενέσθαι τὴν πτῆσιν. εἰσελθὸν γὰρ τὸ σκάφος εἰς τὸν τῆς Ἑλλάδος τόπον ἐξήγγειλε τοῖς ἐπὶ τῇ τῶν πτήσεων καταστάσει οὖσιν ὅτι πυρὶ ὑφάπτοιτο εἷς τῶν τεσσάρων κινητὴρ δέοι τε ἀνάγκῃ πρόσγειον γενέσθαι. εἶτα δὲ ἐξουσίας παρὰ τοῦ ἐν Χρυσουπόλει ἀερολιμένος ἐπιδοθείσης ἐκεῖσε κατασχεῖν τὸ μὲν ἀεροσκάφος ἀνήκεστα παθὸν ἐκ τοῦ πυρὸς ἀεὶ ἐπικαταῖρον ἐφαίνετο κατὰ τοῦ ἐδάφους φερόμενον. καὶ ἡμεῖς γὰρ εἴδομεν αὐτοὶ ὥσπερ νέφος φλογοειδὲς τὸ τοῦ ἀεροσκάφους σῶμα ἐκπῖπτον σπάσματα ἔχον ἐξόπισθεν ἀστράπτοντά τε καὶ πυροειδῶς ἀποῤῥηγνύμενα ὡς οἱ διᾴττοντες ἀστέρες.

τέλος δὴ ἐνδόσει τῆς κατὰ γῆς ἀγούσης βαρήσεως ῥιφὲν εἰς τὸ ἔδαφος συνετρίβη. ψόφου δὴ μεγίστου γενομένου ἐκ τούτου οἱ μὲν δὴ τὰ ἤθη ἐκεῖνα οἰκοῦντες ἐκπλαγέντες εὐθὺς εἴτε ἔφευγον εἴτε ἐπὶ τῶν ὀχημάτων βάντες ᾖσαν ᾗ τὸ ἀεροσκάφος ὤφθη κατενεχθέν. οὐκοῦν ἐκ τῆς τῶν ἐντὸς ἀγομένων πυρομαχικῶν ἐκπρήσεως ἀνεφλέχθη ἀπώλετό τε τὸ σκάφος αὐτοῖς ἀνδράσιν. καὶ πυροσβέσται ἀφικόμενοι τά τε δέοντα διοικήσαντες περὶ τὰ διαφορηθέντα μέλη πρὸς τῇ τε τῶν νεκρῶν ἀναιρέσει ἦσαν καὶ τὸ ἐκτιναχθὲν τῇ ἐπινεμήσει τοῦ πυρὸς ἀεροσκάφος σβεννύναι ἐπειρῶντο. ἀλλὰ καὶ ἔτι πλειόνων φόβων αἴτιον συνέβη γενόμενον τὸ πτῶμα·

ἔφερον γὰρ μετ’ αὐτῶν καὶ φάρμακά τινα ἅττα ὑποψίαν παρέσχε μή τι νοσῶδες ἀπ’ αὐτῶν γίγνοιτο τοῖς ἐγγὺς ναίουσι. οὐ μὴν ἀλλὰ οἱ ἐπιστάμενοι ταῦτα ἐξέβαλον ταύτην τὴν διάνοιαν λέγοντες οὐδαμῇ κινδυνώδη ὑπάρχειν τὴν μάλιστα δειδισσομένην πολλοὺς λευκὴν κόνιν. εἴ τι οὖν ἄξιον ἐπειπεῖν τούτοις, ἀγάσαιτο ἄν τις τῆς εὐψυχίας τὸν κυβερνήτην προελόμενον εἰς ἄλσος ἀκατοίκητον καταστρέψαι τὸ ἀεροσκάφος καὶ συναποθανεῖν αὐτῷ τὰ πράγματα δυσελπίστως ἔχοντα γνοὺς ἀντὶ τοῦ ἀπονενοημένως ᾗ μάλιστα βλάψαι πλείστους ὅσους μετὰ τῆς αὐτοῦ ἀπωλείας.

Η απάντηση στη χωματερή.

Για δες εδώ

Μπορεί να σε ενδιαφέρει

Είμαστε

ΠΑΝΤΟΥ