Περὶ τῶν γυναικῶν ἡττόνων

Ἀλλ’ ἐν τοῖς μυχοῖς τοῦ διαδικτύου νηχόμενοι ἔτι μᾶλλον ἐν κλῄσει ὄντες, οἱ γυναιξὶ δουλεύοντες εἰς τὰς ῥοὰς (streams) πλέοσιν ἐγνωσμένοι οἷοί εἰσι γεγόνασι. Πῶς ἄλλως δὲ ἂν τούτους προσείποι ἢ ὡς Κρέων Αἴμωνα ἐν Ἀντιγόνῃ «μιαρὸν ἦθος» καὶ «γυναικὸς ὕστερον»; οἵτινες οὐκ ἂν ὀκνοῖεν καὶ ἅπασαν τὴν οὐσίαν ἀναλῶσαι ὑπὲρ τοῦ βραχέως μνησθῆναι κατὰ τὰς δωρεάς, εὔνοιαν προσδοκῶντες κεκτῆσθαι ἤτοι τὸ ἐλάχιστον, ἐπίστασιν τοῦ νοῦ. Μεγίστην πλάνην οὖν πλανῶνται, ἅτε οὐ φυλαττόμενοι μὴ ἐξαπατηθῶσιν ὑπὸ τῶν κορῶν, αἷς οὐδὲν μέλει εἰ μὴ καρποῦσθαι ἐξ αὐτῶν. Τοιγαροῦν εἰκότως ἀξιώτερον αὐτὰς ἐν αἰτίᾳ ἔχειν, τὴν μὲν φύσιν τῶν τοιούτων ἀῤῥένων καταμαθούσας οὕτως χειρωτὴν οὖσαν, πάσῃ δὲ μηχανῇ καὶ τέχνῃ παράγειν πειρωμένας εἰς οἵαν ἂν πρᾶξιν αὐταῖς συμφορώτερον ᾖ. Ἡμᾶς δὲ λυπεῖ μάλιστα ὅταν ἐντυχάνωσιν ὄντως ἀλλήλοις, ὡς δυνάμεθα ἰδεῖν ἐν τοῖς ὀπτικοῖς (video), ὅτι οὐ μόνον ἐν τῷ φανερῷ ἀναφαίνονται αὗται μυσαττόμεναι τούτους παρόντας, (ὃ ἴσως οὐκ αἰτιατέον, ὡς ἐπὶ τὸ πολὺ πεφυσημένους τε καὶ αἰσχροὺς καὶ ἀσθενεῖς ὄντας), ἀλλὰ καὶ οὗτοι μάλ’ ἀφυεῖς γενόμενοι ὑπὸ χαυνώσεως ἐρωτικῆς χάριν προσίσασιν αὐταῖς ἐώσαις μόνον συγγίγνεσθαι. Ὁρῶμεν τοίνυν τοῦ λοιποῦ μὴ αὐτοὶ ἢ οἱ οἰκεῖοι φενακισθέντες διὰ συνουσίας ἔνδειαν λανθάνωμεν ἑαυτοὺς δούλους τοῖς καταχρωμένοις καθιστάντες, ὡς βίον ἀξίως ἡμῶν αὐτῶν διάγωμεν.

Περισσότερα απο

Σπύρος Φράτηρ

Εὐχὴ Ἀναστάσεως

Διὰ βραχέων δέδοκται γράψαι ἡμῖν περὶ τῆς Ἀναστάσεως, ἣν μικρὸν

Είμαστε

ΠΑΝΤΟΥ