Κορωνοϊοῦ νεώτερα προσπεσόντα

Αὖθις δεῖ περὶ κορωνοϊὸν τὸν λόγον στρέφειν, πῶς γὰρ οὔ; παναταχοῖ γὰρ φαίνεται διασκεδαννυμένη ἡ νόσος οὐδὲν ἀνακρουομένη ἀνὰ πάσας χώρας τε καὶ ἔθνη, οὐκ ὀλίγοι δὲ εἰσὶ οἱ ἐν τοῖς τέλεσιν ἀναπλησθέντες τῆς νόσου, ὧν Βόρις ὁ Βρεττανίας ἄρχων, τῇ προτεραίᾳ ἀφεθεὶς ἀπὸ ἰατρείου εἰς ὃ ἐσηνέχθη φαύλως ἔχοντος τοῦ σώματος. ὥστε ἂν εἴποι τις ἐπὶ καταβολῆς ἐσμὲν ταύτης τῆς νόσου, ἐν δὲ Ἑλλάδι μᾶλλόν τι ἀνειμένως διάκειται, ὅσοι μὲν γὰρ τεθνᾶσι ὑπ’ αὐτῆς ὡς τὸ εἰκὸς προβεβήκασιν τῆς ἡλικίας, πρὸς δὲ τὰς ἄλλας χώρας κατὰ μικρὸν φαίνεται αὐξανόμενον τὸ πλῆθος τῶν ἀναπιμπλαμένων. Τοῦτο δὴ ἐπὶ τῷ ζημίας ἐπιβαλεῖν τοῖς παρὰ νόμον περιπατοῦσιν καὶ ἄλλως φερομένοις ἐστί, ὃ ἐν τοῖς πρότερον παρεῖμεν, οὐ μὴν ἀμελητέον τὴν πειθαρχίαν τοῦ δήμου ὡς ἐπὶ τὸ πολὺ φέροντος τὴν κλῇσιν οὐκ ἄνευ μὲν τῶν εὐτραπέλων ἀλλὰ ὑπομένοντος τὸ ἀνέξοδον εἶναι μέχρι οὗ νέον τι παραγγελθῇ.

Η απάντηση στη χωματερή.

Για δες εδώ

Μπορεί να σε ενδιαφέρει

Είμαστε

ΠΑΝΤΟΥ