Νέα Ὁμόνοια

Ἀνερτήθη ἐχθὲς ὑπὸ Κωνσταντίνου Βακογιάννου ὀπτικὸν ἐν ᾧ ἰδεῖν δυνάμεθα τὴν πλατεῖαν Ὁμόνοιαν ὡς ἀνακαινίζοιτο εἰς κρήνην μεγάλην μετατυπουμένη, πρὸς δὲ πολλοὶ συνήχθησαν ἵνα ἐγκαινιάσωσιν αὐτὴν παρὰ τὰ κηρύγματα τὰ περὶ τῆς νόσου. Καὶ τοῦτο οὐκ ὀλίγον ἀνίασε ὥστε θόρυβον γενέσθαι αὖθις ἐν διαδικτύῳ, ὅτι οὕτως ἀσυμβάτως τῷ νόμῳ ἔχουσι περὶ ἀξίῳ οὐδενὸς παραβαλλόμενοι ἑαυτούς. Φαίνεται δὲ ἤδη Βακογιάννης μετανοῆσαι τοῦ πράγματος. Ἀλλ’ εἰσὶ οἳ νομιμώτεροι καὶ τὴν μορφὴν κακῶς λέγουσι, ἀγανακτοῦντες πρὸς τὸ νεανικόν τε καὶ τὸν ὄγκον τοῦ σχήματος, ὡς καὶ ἔλλατον ἢ καὶ παντάπασιν ἀλλοίως ἔχον διαρκέσειεν ἂν αὐτοῖς. Οὐ μὴν ἀλλὰ παρέρχονται οὗτοι ὅτι τῶν μὲν μεγίστων κρηνῶν γέγονε τῶν ἐν Εὐρώπῃ, πολὺ δὲ ὠφελίμη τῷ ἄστει τὴν δριμύτητα ἀέρος ἀπὸ ῥύπων ἀναδιδομένην εἰς τὰ αὑτῆς ὕδατα ἀεὶ ἐπαναφερόμενα ἀνέλκουσα.

Η απάντηση στη χωματερή.

Για δες εδώ

Μπορεί να σε ενδιαφέρει

Είμαστε

ΠΑΝΤΟΥ