Καινοὶ τῆς νόσου κανόνες

ὅτι μὲν οὖν ἔτι καὶ νῦν αὕτη ἡ νόσος χωρεῖ οὐ δεῖται λόγου. ἄρτι δὲ καινῶν αὖ ψηφισμάτων ἐπί τε τῇ ἀσφαλείᾳ τῶν πολιτῶν καὶ τῆς νόσου ἀναστολῇ ἀποδειχθέντων οὐκ ἀνάξιον ἡγησάμεθα εἶναι καὶ τὰ ἐν αὐτοῖς λεγόμενα γράφειν. τὴν δὲ αἰτίαν δι’ ἣν ἴσως χαλεπώτερα τῶν πάλαι φαίνεται εἶναι εὐθὺς ἐπισκοπῶμεν· καὶ γὰρ ῥᾴδιον. περὶ μὲν δὴ τοὺς πεντακοσίους καὶ δισχιλίους οἱ ἐπίληπτοι λογίζονται, κινδυνώδους οὖν τοῦ ἀριθμοῦ τούτου ὄντος ἔδοξε ἐντόνως τῶν συναθροίσεων καθάψασθαι τῇ ἀρχῇ οὕτω συστεῖλαι ἐλπιζούσῃ τὴν τῆς νόσου αὔξησιν φιλούσης εὐμαρῶς διὰ πλήθους διατρέχειν. διὸ τοίνυν καὶ ἐξετάζεσθαι τὰ ὅμορα ἀλλήλοις χωρία ἰσχυρῶς ἐπέσκηψεν, ἔτι δὲ τὰς μηνύσεις ἐκ τῶν κινητῶν τηλεφώνων ἐπὶ ἀγορὰν ἢ τρἀπεζαν ἐξαγελλομένας οὐ πλέον τῶν ἕνδεκα σταδίων ἐπιτρέπειν τῷ ἐξαγγείλαντι πορεύεσθαι, ἢ ἐν τῷ αὑτοῦ μόνῳ δήμῳ ἰέναι, ἀλλαχόσε δ’ οὔ. εἰ δέ τις βούλεται ἑαυτὸν ἀσκεῖν ἔξω ἐκβαίνων, οὐδὲ τοῦτο πάνυ ἐλευθερίως ὑπάρχει, μόνοις γὰρ ἢ τοῖς πεζοῖς ἢ ποδηλάταις ἐφεῖσαν μήνυσίν γε ἐξαγγείλασι τοῦτο ποιεῖν, ἀλλ’ ἁμάξης ἢ αὐτοποδηλάτου ἐπιβαίνοντας εἰς ἑτέρας χώρας ἢ τὴν ἐαυτῶν πορεύεσθαι ἀπηγόρευται.

ὃ δὲ ἐστὶν ἡμῖν γε δεινότατον, τὰ διδασκαλεῖα ὥσπερ τὸ πρὶν ἀπὸ διαδικτύου γενήσεται, ἀναστρέφεσθαι ἀπράγμονας ἐπὶ τῶν σκιμπόδων τῶν οἴκοι ἀναγκάζουσα καὶ βρίζειν μηδὲν ἐπιβάλλοντας τὸν νοῦν τοῖς παρὰ διδασκάλων λεγομένοις τοὺς μαθητάς. τοιγάρτοι κεκλεισμένην τὴν μὲν θύραν ὁρῶντες, τοὺς δὲ οἴκους ἡμῶν ἐρήμους τῶν συνήθων, τὰ δὲ ἐργαστήρια καὶ ταῦτα περιέργως ἐξερευνώμενα ὡς μάλιστα ἀναπιμπλάντα πάντας τῆς νόσου, ἀλύομεν χἠμεῖς τε πᾶς τις καὶ ἐξαπορούμεθα. ἐπὶ κεφαλαίου δὴ εἰπεῖν τῇ μὲν κλῄσει χαλεπῶς φέρομεν, τὰ δὲ ἀπὸ διαδικτύου μαθήματα παντάπασι προσίσταται τοῖς μαθηταῖς, ἐξιέναι δὲ ἐκ τῆς οἰκίας ἀπηγόρευται πλὴν εἰ μὴ μηνύσεως καὶ τούτου γενομένης, σκεπτέον ἄρα τί ἄλλο λείπεται ἡμῶν ἀφαιρεθῆναι, εἰ καὶ τοῦτο δοκεῖ τῇ ἀρχῇ. ἆρά γε οἱ ἐν τέλει βεβῶτες οὐ τὸν αὐτὸν ἀέρα ἡμῖν σπῶσιν;

Η απάντηση στη χωματερή.

Για δες εδώ

Μπορεί να σε ενδιαφέρει

Είμαστε

ΠΑΝΤΟΥ