Oὐχ ἑβδομὰς ἡμερῶν παρῆλθε ἀφ’ οὗ τουρκικὴ ναῦς Kemal Reis ἐπίκλην προσέκοψεν, μᾶλλον δὲ ἐνεβλήθη ὑπὸ ἑλληνίδος νηὸς Λήμνου τὸ ὄνομα μεταξὺ Ἑλλάδος τε καὶ Κύπρου ξυμπλέουσα ναυσὶ ἄλλαις τέτταρσι σὺν τῷ πλοίῳ Oruc Reis πρὸς ἔρευναν ἀναγαγομένῳ. παραφυλαττομένης γὰρ τῆς Λήμνου καὶ ἐφιστάσης ὅ τι ποιοῖεν ἡ Kemal Reis ἀπελήφθη εἴτε ἀέρι παραβόλως ἐκπεπτωκότι εἴτε ἐξαμαρτίᾳ τοῦ ἐφ’ ἑαυτῆς ἀπὸ τῶν ἄλλων νεῶν καὶ κατὰ μικρὸν εἰς τὰ δεξιὰ ἐκκλίνουσα τέλος ἐγγὺς γενομένη Λήμνου ὄπισθεν εἶχεν αὐτήν· ἡ δὲ οὐδὲν ἐκφερομένη τῆς ὁδοῦ ἀλλ’ ὀρθῶς διασῴζουσα τὸν πλοῦν ἐμβάλλει αὐτῇ πρύμνηθεν ὥστε αὐτίκα ἀποσχέσθαι ἀλλήλων καὶ τὴν μὲν Kemal Reis εὐθὺς προσαναγκασθῆναι ὑποστρέψασαν ἐπὶ ναύσταθμον ἐπισκευάζεσθαι μεγέθους τοῦ τραύματος ἕνεκεν, τὴν δὲ Λῆμνον ἀτρέμας ἐπ’ ἄσκησιν ἰέναι τῇ ὑστεραίᾳ ξὺν ταῖς τῶν Γάλλων ναυσί.
Καὶ μόνη μὲν πλήγη ἐκείνῃ φαίνεται πρῴρηθεν ὑπάρχουσα , ἄλλως δὲ ἀπὸ τοῦ σχήματος αὐτῆς μειδιάματι ἔνιοι λέγουσιν εἰκέναι οὐκ ἀπεικότως γε, εἰ ἀνοιστέον ἐστὶ πρὸς ὃ ἔτλη καὶ ἔτυχε. τοῦ δὲ κυβερνήτου τοὔνομα εἰ καὶ φέρεται ἤδη καὶ κατασκεδάννυται οὐκ ἀποδείξομεν ἐνθάδε ὡς κίνδυνον ὂν ταῦτα δημοσίᾳ καταστῆναι.