Τῶν μὲν νεκρῶν πλήθους ὑπὸ κορωνοϊοῦ αὐξάνοντος, τῆς δὲ ἀπὸ Ἀσίας λάθρᾳ εἰσβολῆς μὴ δοκούσης παύλαν ἔχειν, πρὸς δὲ τούτοις τῶν πρότερον τὴν ἀρχὴν ἐχόντων εἰς τοῦτο ἀναισχυντίας ἐλθόντων ὥστε ἐφίεσθαι ἴσους γενέσθαι τοὺς νῦν θνῄσκοντας τοῖς περὶ Μάτι ἐκκεκαυμένοις, πῶς οὐ δίκαιον ἀγανακτεῖν τοῖς παροῦσιν; ἀλλ’ ὡς τῷ ῥήτορι γέγραπται ὁ παρὼν καιρὸς λέγει μόνον οὐχὶ φωνὴν ἀφιεὶς ἀντιληπτέον τῶν πραγμάτων ἡμῖν εἶναι, χαλεπώτατον δὲ ὂν τοῦτο εἴπερ ποτὲ ἀπόρως ἔχει ὅ,τι ποτὲ χρὴ ποιεῖν. Ἐπὶ τοῖς τέλεσιν οὖν ἀφῶμεν ταῦτα, καὶ ἀξίως ὀργισθῶμεν μὴ κατ’ ἐπιθυμίαν ἀποτελεσθέντων, οὐ μὴν παρετέον τὰ νῦν περὶ Ἀλβανίαν γιγνόμενα, θράσει γὰρ εἰσβαίνοντες ἀντιτρομοκρατικοὶ εἰς οίκίας ἐν Χειμάρρᾳ πρὸς βίαν ἐπήγοντο ι’ ἄνδρας, ὧν ἦν καὶ ὁ ἀνυψώσας, τὴν ἀνάπηξιν τοῦ σταυροῦ προεχόμενοι παρὰ τὰς στήλας δρῶντες καὶ ἀπειλοῦντες τῷ πυνθανομένῳ περὶ τούτων ἐγκλεισμῷ. Ἐς ἀπώλειαν! Μέχρι τίνος ἀνεχώμεθα τοὺς ὁμογενεῖς κακῶς πάσχοντας ὑπὸ τῶν Ἀλβανῶν; Ἄληθες, περιωμμένον καὶ τοῦτο ξυμβήσεται, ὥσπερ καὶ τοῦ Κατσίφα μόρος οὐδεμιᾶς ἔργῳ ἐπιστροφῆς ἔτυχεν; Αὐτίκα γέ που πευσόμεθα.
Τώρα
Μιλάς εσύ
Την ίδια στιγμή στον
Περισσότερα απο
Σπύρος Φράτηρ
Περὶ τῶν γυναικῶν ἡττόνων
1 Απριλίου, 2020
Ἀλλ’ ἐν τοῖς μυχοῖς τοῦ διαδικτύου νηχόμενοι ἔτι μᾶλλον ἐν