Περὶ τὸν Ἔβρον διασκέδασις

Ἔργον ἀγεννοῦς μὲν δὴ ἀνδρὸς δόξαν ἡμῖν εἶναι περὶ τῶν ἐπὶ Ἔβρου γιγνομένων οὐδὲν μεμνῆσθαι, αὐτίκα γε ἐπὶ τοῦτο ἐπίωμεν τῷ λόγῳ, ὡς δὲ κατάρξωμεν ἀπόρως ἔχει, πᾶσι γάρ, οἰόμεθα, δεδήλωται ὡς ἔχει ἐκεῖ τὰ πράγματα, οὑτοσὶ γὰρ βάρβαρος Ἐρδογὰν τὰ μεθόρια τὰ ἐπὶ Θρᾴκης ἀνοίξας ἔχει περὶ ἕνα μῆνα τουτί, ἐῶν τὸν βουλόμενον ἐκεῖθεν ἐφ’ Ἑλλάδα διαβαίνειν, λόγῳ μὲν φιλανθρώπου ἔργον ποιησόμενος, ἔργῳ δέ, ὃ οὐδένα διαλανθάνει, Ἑλλάδα λάθρῃ δουλωσόμενος. Τήμερον δέ που φαίνονται πολλοὶ τῶν ἁθροιζομένων ἐκεῖ, εἴτε καμόντες προσβάλλοντες τοῖς φυλάττουσιν εἴτε νέας αὐτοῖς παραγγελίας ἡκούσης, ἄλλῃ ἀλλαχόσε διασκεδαννύμενοι, εἰ δέ τις ἔτι ἐντὸς τοῦ τῆς Ἑλλάδος ὅρου βούλεται εἰσβαλεῖν, πάντως γε ζωγρηθεὶς ἐξελαθήσεται. Εἰκότων εὖ φέρεσθαι τῶν ἐκεῖ, κίνδυνος μέντοι προσέτι ἐστὶ μὴ περὶ τῶν νήσων τῶν ἐγγὺς Τουρκίᾳ κειμένων καταστῇ ὁ ἀγών. Ἀλλὰ καὶ ἄξιον τῶν φυλασσόντων τὸν ὅρον ἀγασθῆναι, ὅτι κατὰ τὸ λεγόμενον τίς οὐκ ἂν θαυμάσειε τοὺς ὑπὲρ πάτρας ἀμυνουμένους;

Η απάντηση στη χωματερή.

Για δες εδώ

Μπορεί να σε ενδιαφέρει

Είμαστε

ΠΑΝΤΟΥ