Πρὸς τὸν ἐπὶ ἐλευθερώσει ἀγῶνα λόγος

ἡ μὲν δὴ τοῦ λόγου περιβολὴ μεγαλοπρεπεστέρα φαίνεται ἢ καθ’ ἡμᾶς οὖσα τῆς τοιαύτης ἡμέρας ἕνεκα· καίτοι ὁμολογεῖται πᾶσαν ἡμέραν τὴν αὐτὴν φύσιν ἔχειν. καὶ δέος ἂν εἰκότως πάντα κατέλαβε τὸν ἐγχειροῦντα τῷ ἄξια λέγειν τῆς τε προγόνων προθυμίας καὶ προαιρέσεως ἄλλως τε καὶ τῶν αὐτοῖς κατειργασμένων ἔργων, οἳ καὶ εἰδότες τοὺς αὑτῶν προγόνους ταὐτὰ μὲν βουλομένους, πλεῖν δὲ ἢ ἑκατοντάκις ἐπειδὴ ἐπανασταῖεν τῷ Τούρκῳ διασφαλέντας οὗ ἐπεθύμουν, ὅμως οὐδὲν ἧττον τὴν ἑαυτῶν ἀρετὴν ἐπεδείκνυντο παρὰ τὸν ἐπὶ τοὺς τυραννεύοντας Τούρκους ἀγῶνα, οὗ ἀρχὴν ἐν Ἁγίᾳ Λαύρᾳ μάλιστα κατὰ τὰς εἰδοὺς πέμπτῃ φθίνοντος Μαρτίου διατεθρύληται γενέσθαι· ἐφ’ ᾧ γε διακοσίων ἐτῶν χρόνου διαγενομένων ἔτι ἀπαράλλακτος διατείνει ἐς ἡμᾶς ἡ τῶν τοιούτων ἀνδρῶν φιλοτιμία, διαδοχῇ μνήμης ἀφικνουμένη καὶ ἐνδιαιτωμένη ταῖς τῶν ἁπανταχοῦ Ἑλλήνων ψυχαῖς. ἄνδρας δὴ τούτους λέγομεν οἷς ἂν ἔρως ἐμφύῃ ἐλευθερίας βιαίως ἀρχομένοις καὶ τέλος ἀναγκαζομένοις ἀποφέρειν τῷ τούτων καταδυναστεύοντι· οἵ γε τότε ἄνθρωποι πολὺ βοσκημάτων ὑπηρετικῶν διαφέροντες διὰ τὴν ἀρετὴν ἄνδρες νομίζονται, ὥστε ταύτῃ οὐκ ἀνάξιον καὶ τὰς συμπολεμούσας αὐτοῖς γυναῖκας ἄνδρας τῇ ἀληθείᾳ καλεῖσθαι, αἳ ἀναλοῦσαι πᾶσαν μὲν δαπάνην, κυβερνῶσαι δὲ διαφερόντως εἰς τὸν πόλεμον τῷ τοῦ Σωκράτους ἐμαρτύρησαν λέγοντος τὴν γυναικείαν φύσιν οὐδαμῶς χείρω τῆς τοῦ ἀνδρὸς εἶναι πλὴν ἴσως ὅτι γνώμης δεῖται καὶ ἰσχύος. ὧν δὴ πάντων ἐνθυμηθέντι ἐοίκασιν ὡς θῦμα ἱλαρὸν ἐπιδοῦναι τὰς αὑτῶν ζωὰς ὑπὲρ τῆς τῶν ἐπιγινομένων ἐλευθερίας οἱ ἀγωνισταὶ οὗτοι, ἀφειδήσαντες παντάπασιν ἑαυτῶν καὶ οὐ περὶ πλείονος ποιούμενοι τὸν αἰσχρὸν βίον πρὸ τοῦ καλοῦ θανάτου.

εἰ δέ τις φαυλίζει αὐτῶν τὴν παίδευσιν, ἐννοησάτω ὅτι δεῖ τοῖς ὑποκειμένοις καιροῖς θεωρεῖν τὰς πράξεις. τούτους τοίνυν τί μεμπτὸν εἰ ἐρημίᾳ τοῦ διδάξαντος ἀπελείποντο τῶν γραμμάτων, ὁπότε γε οἱ πλείους αὐτῶν ἐπιβιόντες διὰ παντὸς τοῦ πολέμου καὶ ἑνὶ λόγῳ ἐλευθερωταὶ τῆς Ἑλλάδος γενόμενοι εὐθὺς ὡρμήκασι τῆς ἑλληνικῆς παιδείας μεταποιήσασθαι; εἰ δὲ καὶ ἐγκράτεια καλὸν καὶ ἀγαθὸν κτῆμα, τίνος ἐπαίνου ἄξιοί γε οὗτοι κατέστησαν, οἵτινες ὁμοίως ἐχρῶντο καὶ ψύχει καὶ θάλπει κῴδια ἰσχνὰ περικείμενοι καὶ ταῦτα ἀεὶ τοῦ Τούρκου ἐπιόντος καὶ τῇ ὑπεροχῇ τοῦ πλήθους λυποῦντος; τέλος δὲ ἵνα περιγράψωμεν τὸν λόγον, οὐκ ἄξιον δοκεῖ ἡμῖν τὴν εὔνοιαν ἣν τῷ Κυρίῳ ἡμῶν Χριστῷ ἀπεδίδοσαν παραλιπεῖν, ὅπου γε καὶ τούτῳ τὴν τῆς Ἑλλάδος ἀπελευθέρωσιν ἀνέθηκαν καὶ τῷ αὐτοῦ καὶ ἡμῶν πατρὶ Θεῷ, ὥσπερ πάνυ χαριέντως ὁ ἑλληνικὸς ἡγεμὼν Θεόδωρος ἔλεξεν ἐπὶ τῆς Πνυκός. ἔφη γὰρ Αὐτὸν ὑπογράψαι τὴν τῆς πατρίδος ἐλευθερίαν, ἐξαλεῖψαι δὲ τὴν ὑπογραφὴν ταύτην οὐ παρεῖναι μὴ ὅτι ἀπολαβεῖν. τούτων οὖν μεμνημένοι μὴ δόξωμεν ὦ φίλοι ἀχαριστίαν ὀφλισκάνειν, ἀλλὰ τιμήσωμεν πρεπόντως πρῶτον μὲν τὸν πάντα συντάξαντα Θεόν, μετὰ δὲ τοῦτον τοὺς προγόνους κατὰ τὴν προσήκουσαν αὐτοῖς τιμήν, εὖ διάγοντες τὴν ἡμέραν ἀλλὰ καὶ τὸν βίον ἅπαντα. εὖ γένοιτο τῇ πατρίδι!

Η απάντηση στη χωματερή.

Για δες εδώ

Μπορεί να σε ενδιαφέρει

Είμαστε

ΠΑΝΤΟΥ