Ταραχαὶ ἐν Ἀθήναις

Tοῦ μὲν Γεωργίου Φλύου πάθος ἤδη πᾶσι ἔκπυστον γενέσθαι ἡμῖν δοκεῖ, ἀπέθανεν γὰρ κομιζόμενος, ὡς τοῦτον φύλαξ τις ἀπέπνιγε γόνυ κατὰ τοῦ αὐτοῦ τραχήλου θείς, λαβὴ εἰθισμένη Σκύθαις ποιεῖν, καίπερ πολλὰ ἀναστενάξαντος μὴ ἀναπνεῖν δυναμένου. Τούτῳ οὖν χρώμενοι προσχήματι ἐν Ἀθήναις πρὸ τῆς Ἀμερικανίδος πρεσβείας ταραχαὶ ἐχθὲς ἐγίγνοντο νύκτωρ ὅπως δὴ πρᾶξιν λάβωσι τοῦ φόνου. Ὡς δὲ εἰκὸς πῦρ βάλλοντες ἄγριον προσέκειντο τοῖς ἀστυνόμοις ὑποστᾶσι τὰς ἐπιθέσεις κἀν τῷ αὐτῶν μέρει χημικὰς ἀποῤῥοὰς ἀντιβάλλουσι, ὃ ἐῴκει πρῶτα διαλῦσαι τὸ πλῆθος. Ἀλλ’ ὕστερον συναναχθέντες αὖθις ἐλιθοβόλουν, φιάλας ἐῤῥίπτουν, ἐώθουν, ἐδῄουν, ὑαλοὺς πρατηρίων κατάγνυντες καὶ σάλον καὶ θόρυβον πολὺν ἐργαζόμενοι. Ὃ δὲ πάντων ἀνιαρότερον, ἐνίους ἦν ὁρᾶν καθιέντας γόνυ προσδεομένους τε καὶ λισσομένους, ὥσπερ Ἀμερικανοὶ κύβδα ἶσα καὶ κυσὶ ὑποδήματα κυνοῦντας καὶ τὸν ἄλλον λῆρον. Τί γὰρ Αἰθίοπες πρὸς Ἕλληνας; ἐνεὸν μόνον παρίσταταί μοι εἰπεῖν τὸ ἐν τῇ ἐπαναστάσει, Θεοδώρου γὰρ υἱὸς ἀπὸ πέτρας μέλανα ἑλὼν καὶ παρασκευάσας τοῖς ἑταίροις εἰς τὴν σκηνὴν ἀγαγών, συνιδόντος τοῦ πατρὸς τὸ ἄτοπον τῆς πράξεως καὶ ἀνιστορήσαντος ὅ τι τοῦτο πεποιήκοι, εἷς τῶν παρεστώνων ὑπολαβὼν εἶπεν «ἔστι γὰρ γενναῖος, ὥσπερ ὁ τοῦτον φύσας». Ἐξ οὗ καὶ «Γενναῖος» προσηγορεύθη, καὶ αὐτοῖς ἀρκεῖ ταῦτα.

Η απάντηση στη χωματερή.

Για δες εδώ

Μπορεί να σε ενδιαφέρει

Είμαστε

ΠΑΝΤΟΥ