Τῆς νόσου νέοι νόμοι

Εις την Αττικήν

τῆς μὲν τῶν λόγων διακοπῆς τὴν ἀναπλήρωσιν πρὸς τὸ μέγεθος τῆς ὑποκειμένης ἑορτῆς σκοπουμένῳ οὐκ ἔδοξε ἄξιον εἶναι ἀναλαβεῖν ὥστε ἐπισεσυρμένην γραφὴν ἀπεργάσασθαι περὶ τὰ τῆς νόσου. ὅτι γὰρ φορτικὸν καὶ ἀηδές, δῆλον ὅτι. οὐ μὴν ἀλλὰ ἅμα μὲν τὸ δραστήριον τὸ τῶν κατὰ τὼ δύω τουτωῒ μῆνε, ἀφ’ οὗ ἐπαυσάμην, νεωτέρων προσπιπτόντων ὑπολεῖπον ὁρῶν, ἅμα δὲ οὐ βουλόμενος εἰς αἰσχροποιΐας ἀναλίσκειν τὸ γράφειν περὶ ὧν οὐδὲ ὠφέλιμον μνησθῆναι ὡς δοκεῖν, κατατιθεὶς τὴν γραφίδα ἡσυχίαν ἦγον. νῦν δὲ οὐ δύναμαι. ἵνα μέντοι μὴ τῇ ἐξόδῳ ὡς οὐ παρέργῳ ἐπέχω χρώμενος, ἰδοὺ ἀρχώμεθα. τὰ τῆς νόσου ὡς διάκειται ἐν ἐπισταμένοισι μακρολογεῖν οὐκ ἐθέλων μὲν ἐάσω, τοσοῦτον δὲ εἰρήσθω: σχεδὸν οἱ πλείους ἤδη ἐνεχρίσθησαν τῷ ἀντιδότῳ (ἴσως δὲ βέλτιον ἦν ἀντιδότοις λέγειν), ἡ μέντοι νόσος ἀεὶ παραλλάττουσα αὐτὴ ἑαυτῆς νέα εἴδη φέρουσα οὐ διαλείπει, πανταχόσε δὲ ἐπινεμομένη πολλοὺς ποιεῖ αὑτῆς ἀναπίμπλασθαι τὸ δ’ αἴτιον τούτου εἰς τὰ νέα αὐτῆς εἴδη ἀνάγεσθαι ἴσως οὐκ ἀπὸ τρόπου. τῶν δ’ οὖν ἐπιλήπτων τὸ καθ’ ἡμέραν ἀεὶ πλεόνων ἀναφαινομένων καὶ τοῦ πλήθους τῶν τῇ νόσῳ οἰχομένων οὔπω πέρας σχόντος ἔδοξε τοῖς ἐν τέλει βεβῶσι ἐπιτεῖναι καὶ μὴ ἀνιέναι τοὺς εἰς τὴν ἄμυναν τῆς νόσου νόμους. ἠγγέλθη μὲν γὰρ πρῲ μηκέτι ἔξω πορεύεσθαι μὴ τὸ προσωπεῖον φοροῦντάς τε εἰς καπηλεῖα εἰσελθόντας δὶς αὐτὸ ἐπιφέρεσθαι θἄτερον θἀτέρῳ προσβαλόντας.

τὸ δὲ γένος τῆς προσωπίδος ἀλλοῖον ἢ πρότερον προὔτιθεσαν εἶναι ἀκριβούμενοι, τὴν γὰρ ἁπλῆν καὶ ἰατρικὴν καλουμένην ἀπετρίψαντο πάντῃ ἢ γοῦν διπλῆν φέρειν εἴασαν. τὴν δ’ αὖ ὀξεῖαν ἀπολήγουσαν ὡς ἑκατέρου μέρους εἰς τὸ πρὸς τῇ ῥινὶ ταὐτὸν χῶρον συνεῤῥυηκότος ἐδοκίμασαν τὴν παρὰ τοῖς βαφεῦσι τὸ πρότερον συνειθισμένην. ἔτι δὲ τὴν ἑορτὴν ἄγειν ὡς τὰ νομιζόμενά πως ἀπεκώλυσαν φυλάττεσθαι κελεύοντες καὶ δὶς διελέγχεσθαι εἰ τῇ νόσῳ ἐπειλημμένοι εἶεν πρὶν εἰς τοὺς ἀναγκαίους ἰέναι. ἃ πάντα οὐκ ἀνάλγητα φαίνεται τοῖς ἀπὸ τῶν ἔργων ἐλινύειν ἐπιθυμίαν ἔχουσι καὶ μηκέτι παράγματα ἔχειν ταῖς τοῦ πορίζεσθαι τέχναις ἐμπεπλεγμένοις, οἳ πέρας τῶν κακῶν ἐλπίζοντες πλέω ταῦτα ἀνηῦρον. τὸ γὰρ προσταχθὲν ἐποίησαν κοὔπω ἀπήλλαξαν εὖ τὸ ἀεὶ κελευόμενον ἀναδεχόμενοι ἐπιτελέσειν μόνον εἴ γε ἐπ’ ὀλίγον ἀνάπαυλαν τυχεῖν δυνήσονται. καὶ μὴν λαθεῖν προτρέπειν καὶ παρὰ τοὺς νόμους πράττειν ἀπᾴδοι ἂν τοῦ τῆς γραφῆς τέλους, ἀλλὰ ἐνθυμητέον πολλάκις τὴν ἐπιείκειαν οὐ τοῖς νόμοις ἐνυπάρχειν, καὶ γὰρ ὡς Ἐμπεδοκλῆς ὁ σοφός φησι «ἀλλὰ τὸ μὲν πάντων νόμιμον διά τ᾽ εὐρυμέδοντος αἰθέρος ἠνεκέως τέταται διά τ᾽ ἀπλέτου αὐγῆς» ἐξ οὗ ῥήματος ἕκαστος τὸ αὑτῷ συμφέρον ἅμα καὶ καλὸν σκοπῶν πρὸς τὰ ὑπὸ τοῦ νόμου πράξειε κατὰ τὸ προσῆκον μάλιστα.

Η απάντηση στη χωματερή.

Για δες εδώ

Μπορεί να σε ενδιαφέρει

Είμαστε

ΠΑΝΤΟΥ